< Κατα Λουκαν 16 >
1 Ἔλεγεν δὲ καὶ πρὸς τοὺς μαθητάς· ἄνθρωπός τις ἦν πλούσιος ὃς εἶχεν οἰκονόμον, καὶ οὗτος διεβλήθη αὐτῷ ὡς διασκορπίζων τὰ ὑπάρχοντα αὐτοῦ.
A uèenicima svojijem govoraše: bijaše jedan èovjek bogat koji imaše pristava, i toga oblagaše kod njega da mu prosipa imanje.
2 καὶ φωνήσας αὐτὸν εἶπεν αὐτῷ· τί τοῦτο ἀκούω περὶ σοῦ; ἀπόδος τὸν λόγον τῆς οἰκονομίας σου· οὐ γὰρ δύνῃ ἔτι οἰκονομεῖν.
I dozvavši ga reèe mu: šta ovo ja èujem za tebe? Daj raèun kako si kuæio kuæu: jer više ne možeš kuæom upravljati.
3 εἶπεν δὲ ἐν ἑαυτῷ ὁ οἰκονόμος· τί ποιήσω, ὅτι ὁ κύριός μου ἀφαιρεῖται τὴν οἰκονομίαν ἀπ’ ἐμοῦ; σκάπτειν οὐκ ἰσχύω, ἐπαιτεῖν αἰσχύνομαι.
A pristav od kuæe reèe u sebi: šta æu èiniti? gospodar moj uzima od mene upravljanje kuæe: kopati ne mogu, prositi stidim se.
4 ἔγνων τί ποιήσω, ἵνα ὅταν μετασταθῶ ἐκ τῆς οἰκονομίας δέξωνταί με εἰς τοὺς οἴκους ἑαυτῶν.
Znam šta æu èiniti da bi me primili u kuæe svoje kad mi se oduzme upravljanje kuæe.
5 καὶ προσκαλεσάμενος ἕνα ἕκαστον τῶν χρεοφειλετῶν τοῦ κυρίου ἑαυτοῦ ἔλεγεν τῷ πρώτῳ· πόσον ὀφείλεις τῷ κυρίῳ μου;
I dozvavši redom dužnike gospodara svojega reèe prvome: koliko si dužan gospodaru mojemu?
6 ὁ δὲ εἶπεν· ἑκατὸν βάτους ἐλαίου. ὁ δὲ εἶπεν αὐτῷ· δέξαι σου τὰ γράμματα καὶ καθίσας ταχέως γράψον πεντήκοντα.
A on reèe: sto oka ulja. I reèe mu: uzmi pismo svoje i sjedi brzo te napiši pedeset.
7 ἔπειτα ἑτέρῳ εἶπεν· σὺ δὲ πόσον ὀφείλεις; ὁ δὲ εἶπεν· ἑκατὸν κόρους σίτου. λέγει αὐτῷ· δέξαι σου τὰ γράμματα καὶ γράψον ὀγδοήκοντα.
A potom reèe drugome: a ti koliko si dužan? A on reèe: sto oka pšenice. I reèe mu: uzmi pismo svoje i napiši osamdeset.
8 καὶ ἐπῄνεσεν ὁ κύριος τὸν οἰκονόμον τῆς ἀδικίας ὅτι φρονίμως ἐποίησεν· ὅτι οἱ υἱοὶ τοῦ αἰῶνος τούτου φρονιμώτεροι ὑπὲρ τοὺς υἱοὺς τοῦ φωτὸς εἰς τὴν γενεὰν τὴν ἑαυτῶν εἰσίν. (aiōn )
I pohvali gospodar nevjernoga pristava što mudro uèini; jer su sinovi ovoga vijeka mudriji od sinova vidjela u svojemu naraštaju. (aiōn )
9 καὶ ἐγὼ ὑμῖν λέγω, ἑαυτοῖς ποιήσατε φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα ὅταν ἐκλίπῃ δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς. (aiōnios )
I ja vama kažem: naèinite sebi prijatelje nepravednijem bogatstvom, da bi vas kad osiromašite primili u vjeène kuæe. (aiōnios )
10 ὁ πιστὸς ἐν ἐλαχίστῳ καὶ ἐν πολλῷ πιστός ἐστιν, καὶ ὁ ἐν ἐλαχίστῳ ἄδικος καὶ ἐν πολλῷ ἄδικός ἐστιν.
Koji je vjeran u malom i u mnogom je vjeran; a ko je nevjeran u malom i u mnogom je nevjeran.
11 εἰ οὖν ἐν τῷ ἀδίκῳ μαμωνᾷ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ἀληθινὸν τίς ὑμῖν πιστεύσει;
Ako dakle u nepravednom bogatstvu vjerni ne biste, ko æe vam u istinom vjerovati?
12 καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ὑμέτερον τίς δώσει ὑμῖν;
I ako u tuðem ne biste vjerni, ko æe vam dati vaše?
13 οὐδεὶς οἰκέτης δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.
Nikakav pak sluga ne može dva gospodara služiti; jer ili æe na jednoga mrziti a drugoga ljubiti, ili æe jednome voljeti a za drugoga ne mariti. Ne možete služiti Bogu i bogatstvu.
14 Ἤκουον δὲ ταῦτα πάντα οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν.
A ovo sve slušahu i fariseji, koji bijahu srebroljupci, i rugahu mu se.
15 καὶ εἶπεν αὐτοῖς· ὑμεῖς ἐστε οἱ δικαιοῦντες ἑαυτοὺς ἐνώπιον τῶν ἀνθρώπων, ὁ δὲ θεὸς γινώσκει τὰς καρδίας ὑμῶν· ὅτι τὸ ἐν ἀνθρώποις ὑψηλὸν βδέλυγμα ἐνώπιον τοῦ θεοῦ.
I reèe im: vi ste oni koji se gradite pravedni pred ljudima; ali Bog zna srca vaša; jer što je u ljudi visoko ono je mrzost pred Bogom.
16 ὁ νόμος καὶ οἱ προφῆται μέχρι Ἰωάννου· ἀπὸ τότε ἡ βασιλεία τοῦ θεοῦ εὐαγγελίζεται καὶ πᾶς εἰς αὐτὴν βιάζεται.
Zakon i proroci su do Jovana; otsele se carstvo Božije propovijeda jevanðeljem, i svaki navaljuje da uðe u njega.
17 εὐκοπώτερον δέ ἐστιν τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν ἢ τοῦ νόμου μίαν κεραίαν πεσεῖν.
Lašnje je pak nebu i zemlji proæi negoli jednoj titli iz zakona propasti.
18 πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ καὶ γαμῶν ἑτέραν μοιχεύει, καὶ ὁ ἀπολελυμένην ἀπὸ ἀνδρὸς γαμῶν μοιχεύει.
Svaki koji pušta ženu svoju i uzima drugu, preljubu èini; i koji se ženi puštenicom, preljubu èini.
19 Ἄνθρωπος δέ τις ἦν πλούσιος, καὶ ἐνεδιδύσκετο πορφύραν καὶ βύσσον εὐφραινόμενος καθ’ ἡμέραν λαμπρῶς.
Èovjek neki pak bješe bogat, koji se oblaèaše u skerlet i u svilu, i življaše svaki dan gospodski i veseljaše se.
20 πτωχὸς δέ τις ὀνόματι Λάζαρος ἐβέβλητο πρὸς τὸν πυλῶνα αὐτοῦ εἱλκωμένος
A bijaše jedan siromah, po imenu Lazar, koji ležaše pred njegovijem vratima gnojav,
21 καὶ ἐπιθυμῶν χορτασθῆναι ἀπὸ τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τοῦ πλουσίου· ἀλλὰ καὶ οἱ κύνες ἐρχόμενοι ἐπέλειχον τὰ ἕλκη αὐτοῦ.
I željaše da se nasiti mrvama koje padahu s trpeze bogatoga; još i psi dolažahu i lizahu gnoj njegov.
22 ἐγένετο δὲ ἀποθανεῖν τὸν πτωχὸν καὶ ἀπενεχθῆναι αὐτὸν ὑπὸ τῶν ἀγγέλων εἰς τὸν κόλπον Ἀβραάμ· ἀπέθανεν δὲ καὶ ὁ πλούσιος καὶ ἐτάφη.
A kad umrije siromah, odnesoše ga anðeli u naruèje Avraamovo; a umrije i bogati, i zakopaše ga.
23 καὶ ἐν τῷ ᾅδῃ ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ, ὑπάρχων ἐν βασάνοις, ὁρᾷ Ἀβραὰμ ἀπὸ μακρόθεν καὶ Λάζαρον ἐν τοῖς κόλποις αὐτοῦ. (Hadēs )
I u paklu kad bješe u mukama podiže oèi svoje i ugleda izdaleka Avraama i Lazara u naruèju njegovu, (Hadēs )
24 καὶ αὐτὸς φωνήσας εἶπεν· πάτερ Ἀβραάμ, ἐλέησόν με καὶ πέμψον Λάζαρον ἵνα βάψῃ τὸ ἄκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσάν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ.
I povikavši reèe: oèe Avraame! smiluj se na me i pošlji mi Lazara neka umoèi u vodu vrh od prsta svojega, i da mi rashladi jezik; jer se muèim u ovome plamenu.
25 εἶπεν δὲ Ἀβραάμ· τέκνον, μνήσθητι ὅτι ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου, καὶ Λάζαρος ὁμοίως τὰ κακά· νῦν δὲ ὧδε παρακαλεῖται, σὺ δὲ ὀδυνᾶσαι.
A Avraam reèe: sinko! opomeni se da si ti primio dobra svoja u životu svome, i Lazar opet zla; a sad se on tješi, a ti se muèiš.
26 καὶ ἐν πᾶσι τούτοις μεταξὺ ἡμῶν καὶ ὑμῶν χάσμα μέγα ἐστήρικται, ὅπως οἱ θέλοντες διαβῆναι ἔνθεν πρὸς ὑμᾶς μὴ δύνωνται, μηδὲ οἱ ἐκεῖθεν πρὸς ἡμᾶς διαπερῶσιν.
I preko svega toga postavljena je meðu nama i vama velika propast, da oni koji bi htjeli odovud k vama prijeæi, ne mogu, niti oni otuda k nama da prelaze.
27 εἶπεν δέ· ἐρωτῶ οὖν σε, πάτερ, ἵνα πέμψῃς αὐτὸν εἰς τὸν οἶκον τοῦ πατρός μου·
Tada reèe: molim te dakle, oèe, da ga pošalješ kuæi oca mojega,
28 ἔχω γὰρ πέντε ἀδελφούς, ὅπως διαμαρτύρηται αὐτοῖς, ἵνα μὴ καὶ αὐτοὶ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου.
Jer imam pet braæe: neka im posvjedoèi da ne bi i oni došli na ovo mjesto muèenja.
29 λέγει δὲ αὐτῷ Ἀβραάμ· ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας· ἀκουσάτωσαν αὐτῶν.
Reèe mu Avraam: oni imaju Mojsija i proroke, neka njih slušaju.
30 ὁ δὲ εἶπεν· οὐχί, πάτερ Ἀβραάμ, ἀλλ’ ἐάν τις ἀπὸ νεκρῶν πορευθῇ πρὸς αὐτούς, μετανοήσουσιν.
A on reèe: ne, oèe Avraame! nego ako im doðe ko iz mrtvijeh pokajaæe se.
31 εἶπεν δὲ αὐτῷ· εἰ Μωϋσέως καὶ τῶν προφητῶν οὐκ ἀκούουσιν, οὐδὲ ἐάν τις ἐκ νεκρῶν ἀναστῇ πεισθήσονται.
A Avraam mu reèe: ako ne slušaju Mojsija i proroka, da ko i iz mrtvijeh ustane neæe vjerovati.