< Προς Εφεσιους 4 >

1 Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν κυρίῳ ἀξίως περιπατῆσαι τῆς κλήσεως ἧς ἐκλήθητε,
παρακαλω ουν υμασ εγω ο δεσμιοσ εν κυριω αξιωσ περιπατησαι τησ κλησεωσ ησ εκληθητε
2 μετὰ πάσης ταπεινοφροσύνης καὶ πραΰτητος, μετὰ μακροθυμίας, ἀνεχόμενοι ἀλλήλων ἐν ἀγάπῃ,
μετα πασησ ταπεινοφροσυνησ και πραοτητοσ μετα μακροθυμιασ ανεχομενοι αλληλων εν αγαπη
3 σπουδάζοντες τηρεῖν τὴν ἑνότητα τοῦ πνεύματος ἐν τῷ συνδέσμῳ τῆς εἰρήνης·
σπουδαζοντεσ τηρειν την ενοτητα του πνευματοσ εν τω συνδεσμω τησ ειρηνησ
4 ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς καὶ ἐκλήθητε ἐν μιᾷ ἐλπίδι τῆς κλήσεως ὑμῶν·
εν σωμα και εν πνευμα καθωσ και εκληθητε εν μια ελπιδι τησ κλησεωσ υμων
5 εἷς κύριος, μία πίστις, ἓν βάπτισμα·
εισ κυριοσ μια πιστισ εν βαπτισμα
6 εἷς θεὸς καὶ πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν.
εισ θεοσ και πατηρ παντων ο επι παντων και δια παντων και εν πασιν ημιν
7 ἑνὶ δὲ ἑκάστῳ ἡμῶν ἐδόθη ἡ χάρις κατὰ τὸ μέτρον τῆς δωρεᾶς τοῦ Χριστοῦ.
ενι δε εκαστω ημων εδοθη η χαρισ κατα το μετρον τησ δωρεασ του χριστου
8 διὸ λέγει, ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσεν αἰχμαλωσίαν, ἔδωκεν δόματα τοῖς ἀνθρώποις.
διο λεγει αναβασ εισ υψοσ ηχμαλωτευσεν αιχμαλωσιαν και εδωκεν δοματα τοισ ανθρωποισ
9 τὸ δὲ ἀνέβη τί ἐστιν εἰ μὴ ὅτι καὶ κατέβη εἰς τὰ κατώτερα μέρη τῆς γῆς;
το δε ανεβη τι εστιν ει μη οτι και κατεβη πρωτον εισ τα κατωτερα μερη τησ γησ
10 ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν, ἵνα πληρώσῃ τὰ πάντα.
ο καταβασ αυτοσ εστιν και ο αναβασ υπερανω παντων των ουρανων ινα πληρωση τα παντα
11 καὶ αὐτὸς ἔδωκεν τοὺς μὲν ἀποστόλους, τοὺς δὲ προφήτας, τοὺς δὲ εὐαγγελιστάς, τοὺς δὲ ποιμένας καὶ διδασκάλους,
και αυτοσ εδωκεν τουσ μεν αποστολουσ τουσ δε προφητασ τουσ δε ευαγγελιστασ τουσ δε ποιμενασ και διδασκαλουσ
12 πρὸς τὸν καταρτισμὸν τῶν ἁγίων εἰς ἔργον διακονίας, εἰς οἰκοδομὴν τοῦ σώματος τοῦ Χριστοῦ,
προσ τον καταρτισμον των αγιων εισ εργον διακονιασ εισ οικοδομην του σωματοσ του χριστου
13 μέχρι καταντήσωμεν οἱ πάντες εἰς τὴν ἑνότητα τῆς πίστεως καὶ τῆς ἐπιγνώσεως τοῦ υἱοῦ τοῦ θεοῦ, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ,
μεχρι καταντησωμεν οι παντεσ εισ την ενοτητα τησ πιστεωσ και τησ επιγνωσεωσ του υιου του θεου εισ ανδρα τελειον εισ μετρον ηλικιασ του πληρωματοσ του χριστου
14 ἵνα μηκέτι ὦμεν νήπιοι, κλυδωνιζόμενοι καὶ περιφερόμενοι παντὶ ἀνέμῳ τῆς διδασκαλίας ἐν τῇ κυβίᾳ τῶν ἀνθρώπων ἐν πανουργίᾳ πρὸς τὴν μεθοδίαν τῆς πλάνης
ινα μηκετι ωμεν νηπιοι κλυδωνιζομενοι και περιφερομενοι παντι ανεμω τησ διδασκαλιασ εν τη κυβεια των ανθρωπων εν πανουργια προσ την μεθοδειαν τησ πλανησ
15 ἀληθεύοντες δὲ ἐν ἀγάπῃ αὐξήσωμεν εἰς αὐτὸν τὰ πάντα, ὅς ἐστιν ἡ κεφαλή, Χριστός,
αληθευοντεσ δε εν αγαπη αυξησωμεν εισ αυτον τα παντα οσ εστιν η κεφαλη ο χριστοσ
16 ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον καὶ συνβιβαζόμενον διὰ πάσης ἁφῆς τῆς ἐπιχορηγίας κατ’ ἐνέργειαν ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους τὴν αὔξησιν τοῦ σώματος ποιεῖται εἰς οἰκοδομὴν αὐτοῦ ἐν ἀγάπῃ.
εξ ου παν το σωμα συναρμολογουμενον και συμβιβαζομενον δια πασησ αφησ τησ επιχορηγιασ κατ ενεργειαν εν μετρω ενοσ εκαστου μερουσ την αυξησιν του σωματοσ ποιειται εισ οικοδομην εαυτου εν αγαπη
17 Τοῦτο οὖν λέγω καὶ μαρτύρομαι ἐν κυρίῳ, μηκέτι ὑμᾶς περιπατεῖν καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν,
τουτο ουν λεγω και μαρτυρομαι εν κυριω μηκετι υμασ περιπατειν καθωσ και τα λοιπα εθνη περιπατει εν ματαιοτητι του νοοσ αυτων
18 ἐσκοτωμένοι τῇ διανοίᾳ ὄντες, ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν,
εσκοτισμενοι τη διανοια οντεσ απηλλοτριωμενοι τησ ζωησ του θεου δια την αγνοιαν την ουσαν εν αυτοισ δια την πωρωσιν τησ καρδιασ αυτων
19 οἵτινες ἀπηλγηκότες ἑαυτοὺς παρέδωκαν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης ἐν πλεονεξίᾳ.
οιτινεσ απηλγηκοτεσ εαυτουσ παρεδωκαν τη ασελγεια εισ εργασιαν ακαθαρσιασ πασησ εν πλεονεξια
20 ὑμεῖς δὲ οὐχ οὕτως ἐμάθετε τὸν Χριστόν,
υμεισ δε ουχ ουτωσ εμαθετε τον χριστον
21 εἴγε αὐτὸν ἠκούσατε καὶ ἐν αὐτῷ ἐδιδάχθητε, καθώς ἐστιν ἀλήθεια ἐν τῷ Ἰησοῦ,
ειγε αυτον ηκουσατε και εν αυτω εδιδαχθητε καθωσ εστιν αληθεια εν τω ιησου
22 ἀποθέσθαι ὑμᾶς κατὰ τὴν προτέραν ἀναστροφὴν τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης,
αποθεσθαι υμασ κατα την προτεραν αναστροφην τον παλαιον ανθρωπον τον φθειρομενον κατα τασ επιθυμιασ τησ απατησ
23 ἀνανεοῦσθαι δὲ τῷ πνεύματι τοῦ νοὸς ὑμῶν,
ανανεουσθαι δε τω πνευματι του νοοσ υμων
24 καὶ ἐνδύσασθαι τὸν καινὸν ἄνθρωπον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας.
και ενδυσασθαι τον καινον ανθρωπον τον κατα θεον κτισθεντα εν δικαιοσυνη και οσιοτητι τησ αληθειασ
25 Διὸ ἀποθέμενοι τὸ ψεῦδος λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη.
διο αποθεμενοι το ψευδοσ λαλειτε αληθειαν εκαστοσ μετα του πλησιον αυτου οτι εσμεν αλληλων μελη
26 ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε· ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ παροργισμῷ ὑμῶν,
οργιζεσθε και μη αμαρτανετε ο ηλιοσ μη επιδυετω επι τω παροργισμω υμων
27 μηδὲ δίδοτε τόπον τῷ διαβόλῳ.
μηδε διδοτε τοπον τω διαβολω
28 ὁ κλέπτων μηκέτι κλεπτέτω, μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶν τὸ ἀγαθόν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι.
ο κλεπτων μηκετι κλεπτετω μαλλον δε κοπιατω εργαζομενοσ το αγαθον ταισ χερσιν ινα εχη μεταδιδοναι τω χρειαν εχοντι
29 πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλὰ εἴ τις ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν.
πασ λογοσ σαπροσ εκ του στοματοσ υμων μη εκπορευεσθω αλλ ει τισ αγαθοσ προσ οικοδομην τησ χρειασ ινα δω χαριν τοισ ακουουσιν
30 καὶ μὴ λυπεῖτε τὸ πνεῦμα τὸ ἅγιον τοῦ θεοῦ, ἐν ᾧ ἐσφραγίσθητε εἰς ἡμέραν ἀπολυτρώσεως.
και μη λυπειτε το πνευμα το αγιον του θεου εν ω εσφραγισθητε εισ ημεραν απολυτρωσεωσ
31 πᾶσα πικρία καὶ θυμὸς καὶ ὀργὴ καὶ κραυγὴ καὶ βλασφημία ἀρθήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ.
πασα πικρια και θυμοσ και οργη και κραυγη και βλασφημια αρθητω αφ υμων συν παση κακια
32 γίνεσθε δὲ εἰς ἀλλήλους χρηστοί, εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς καθὼς καὶ ὁ θεὸς ἐν Χριστῷ ἐχαρίσατο ὑμῖν.
γινεσθε δε εισ αλληλουσ χρηστοι ευσπλαγχνοι χαριζομενοι εαυτοισ καθωσ και ο θεοσ εν χριστω εχαρισατο ημιν

< Προς Εφεσιους 4 >