< Προς Κολοσσαεις 3 >
1 Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος·
If then you have been raised with Christ, seek the things above, where Christ is, seated at the right hand of God.
2 τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς·
Set your minds on the things above, not the things on earth.
3 ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ.
For you have died, and your life is hidden with Christ in God.
4 ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.
When Christ, who is our life, is revealed, then you also will be revealed with him in glory.
5 Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρεία,
Put to death therefore whatever belongs to your earthly nature: fornication, impurity, lust, evil desire, and covetousness, which is idolatry.
6 δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ.
On account of these things the wrath of God is coming upon the sons of disobedience.
7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε ὅτε ἐζῆτε ἐν τούτοις·
You too once walked in these ways when you lived among them.
8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·
But now you must put them all aside: wrath, anger, malice, slander, and filthy language from your mouth.
9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ,
Do not lie to one another, since you have put off the old self with its practices
10 καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν,
and have put on the new self, which is being renewed in knowledge according to the image of its Creator.
11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσιν Χριστός.
Here there is no distinction between Greek and Jew, circumcised and uncircumcised, barbarian, Scythian, slave and free, but Christ is all and in all.
12 Ἐνδύσασθε οὖν ὡς ἐκλεκτοὶ τοῦ θεοῦ ἅγιοι καὶ ἠγαπημένοι σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν,
Therefore, as God's chosen people, holy and beloved, put on tenderhearted mercy, kindness, humility, gentleness, and patience,
13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν οὕτως καὶ ὑμεῖς·
bearing with one another and forgiving one other if any one of you has a complaint against another; just as Christ forgave you, so you also must forgive.
14 ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος.
Above all, put on love, which is the bond of perfection.
15 καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.
Let the peace of God rule in your hearts, since as members of one body you were called to peace. And be thankful.
16 ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς, ἐν τῇ χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ θεῷ·
Let the word of Christ dwell in you richly, teaching and admonishing one another with all wisdom as you sing psalms, hymns, and spiritual songs to the Lord with gratitude in your hearts.
17 καὶ πᾶν ὅ τι ἂν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ θεῷ πατρὶ δι’ αὐτοῦ.
And whatever you do, in word or in deed, do it all in the name of the Lord Jesus, giving thanks to our God and Father through him.
18 Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν κυρίῳ.
Wives, submit to your husbands, as is fitting in the Lord.
19 οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.
Husbands, love your wives, and do not be embittered against them.
20 τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα, τοῦτο γὰρ εὐάρεστόν ἐστιν ἐν κυρίῳ.
Children, obey your parents in everything, for this pleases the Lord.
21 οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.
Fathers, do not provoke your children, lest they become discouraged.
22 οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλίαις ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν κύριον.
Slaves, obey your earthly masters in everything. Do not try to please them only when they are watching you, but obey with sincerity of heart, fearing God.
23 ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις,
Whatever you do, work at it with all your heart, as working for the Lord and not for men,
24 εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας. τῷ κυρίῳ Χριστῷ δουλεύετε·
knowing that you will receive an inheritance from the Lord as your reward; for you serve the Lord Christ.
25 ὁ γὰρ ἀδικῶν κομιεῖται ὃ ἠδίκησεν, καὶ οὐκ ἔστιν προσωπολημψία.
But he who does wrong will be paid back the wrong that he has done, and there is no partiality.