< Προς Κορινθιους Β΄ 2 >
1 Ἔκρινα δὲ ἐμαυτῷ τοῦτο, τὸ μὴ πάλιν ἐν λύπῃ πρὸς ὑμᾶς ἐλθεῖν·
For I have determined, unto myself, this—not, again, in grief, to come unto you.
2 εἰ γὰρ ἐγὼ λυπῶ ὑμᾶς, καὶ τίς ὁ εὐφραίνων με εἰ μὴ ὁ λυπούμενος ἐξ ἐμοῦ;
For, if, I, grieve you, who then is he that is to gladden me, —save he who is being grieved through me;
3 καὶ ἔγραψα τοῦτο αὐτὸ ἵνα μὴ ἐλθὼν λύπην σχῶ ἀφ’ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστιν.
And I wrote this very thing—lest, if I came, I should have, grief, from those over whom I had need to rejoice, —having confidence in you all, that, my joy, is the joy, of you all.
4 ἐκ γὰρ πολλῆς θλίψεως καὶ συνοχῆς καρδίας ἔγραψα ὑμῖν διὰ πολλῶν δακρύων, οὐχ ἵνα λυπηθῆτε ἀλλὰ τὴν ἀγάπην ἵνα γνῶτε ἣν ἔχω περισσοτέρως εἰς ὑμᾶς.
For, out of much tribulation and anguish of heart, wrote I unto you, through many tears, —not that ye might be grieved, but that, the love, ye might know, which I have very abundantly unto you.
5 Εἰ δέ τις λελύπηκεν, οὐκ ἐμὲ λελύπηκεν, ἀλλὰ ἀπὸ μέρους, ἵνα μὴ ἐπιβαρῶ, πάντας ὑμᾶς.
Now, if anyone hath caused grief, not unto me hath he caused grief, but—that I may not bear too heavily—unto you all.
6 ἱκανὸν τῷ τοιούτῳ ἡ ἐπιτιμία αὕτη ἡ ὑπὸ τῶν πλειόνων,
Sufficient, unto such a one, the punishment itself which [was inflicted] by the many;
7 ὥστε τοὐναντίον μᾶλλον ὑμᾶς χαρίσασθαι καὶ παρακαλέσαι, μήπως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος.
So that, on the contrary, ye should forgive and encourage, lest, by any means, by his excessive grief, such a one should be swallowed up.
8 διὸ παρακαλῶ ὑμᾶς κυρῶσαι εἰς αὐτὸν ἀγάπην·
Wherefore, I beseech you, assure him, of love;
9 εἰς τοῦτο γὰρ καὶ ἔγραψα ἵνα γνῶ τὴν δοκιμὴν ὑμῶν, εἰ εἰς πάντα ὑπήκοοί ἐστε.
For, to this end, I also wrote, —that I might know the proof of you, whether, in all things, ye are obedient.
10 ᾧ δέ τι χαρίζεσθε, κἀγώ· καὶ γὰρ ἐγὼ ὃ κεχάρισμαι, εἴ τι κεχάρισμαι, δι’ ὑμᾶς ἐν προσώπῳ Χριστοῦ,
Now, to whom ye forgive anything, I, also; for, I also, what I have forgiven, if, anything, I have forgiven, for your sake, in the person of Christ, [have I forgiven it].
11 ἵνα μὴ πλεονεκτηθῶμεν ὑπὸ τοῦ σατανᾶ· οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν.
Lest we should be overreached by Satan, for, of his thoughts, we are not ignorant.
12 Ἐλθὼν δὲ εἰς τὴν Τρῳάδα εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, καὶ θύρας μοι ἀνεῳγμένης ἐν κυρίῳ,
Moreover, although I came unto Troas for the glad-message of the Christ, and a door for me had been opened in the Lord,
13 οὐκ ἔσχηκα ἄνεσιν τῷ πνεύματί μου τῷ μὴ εὑρεῖν με Τίτον τὸν ἀδελφόν μου, ἀλλὰ ἀποταξάμενος αὐτοῖς ἐξῆλθον εἰς Μακεδονίαν.
I had no relief in my spirit, because I found not Titus my brother; but, taking my leave of them, I came away into Macedonia.
14 Τῷ δὲ θεῷ χάρις τῷ πάντοτε θριαμβεύοντι ἡμᾶς ἐν τῷ Χριστῷ καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν ἐν παντὶ τόπῳ·
But, unto God, be thanks, who, ever, leadeth us in triumph in the Christ, and, the fragrance of the knowledge of him, maketh manifest, through us, in every place,
15 ὅτι Χριστοῦ εὐωδία ἐσμὲν τῷ θεῷ ἐν τοῖς σῳζομένοις καὶ ἐν τοῖς ἀπολλυμένοις,
That, of Christ, a grateful odour, are we, unto God, —in them who are being saved, and in them who are being lost:
16 οἷς μὲν ὀσμὴ ἐκ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ἐκ ζωῆς εἰς ζωήν. καὶ πρὸς ταῦτα τίς ἱκανός;
In these, indeed, a fragrance out of death into death, but, in those, a fragrance out of life into life. And, for these things, who is sufficient?
17 οὐ γάρ ἐσμεν ὡς οἱ πολλοὶ καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ, ἀλλ’ ὡς ἐξ εἰλικρινίας, ἀλλ’ ὡς ἐκ θεοῦ κατέναντι θεοῦ ἐν Χριστῷ λαλοῦμεν.
For we are not, as the many, driving a petty trade with the word of God; but, as of sincerity, but, as of God, before God, in Christ, we speak.