< Προς Κορινθιους Β΄ 11 >

1 Ὄφελον ἀνείχεσθέ μου μικρόν τι ἀφροσύνης· ἀλλὰ καὶ ἀνέχεσθέ μου.
I could wish ye would bear with me as to some little foolishness, —Nay! do even bear with me!
2 ζηλῶ γὰρ ὑμᾶς θεοῦ ζήλῳ, ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ·
For I am jealous over you with a jealousy, of God; for I myself betrothed you unto one husband, to present, a chaste virgin, unto the Christ, —
3 φοβοῦμαι δὲ μήπως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθαρῇ τὰ νοήματα ὑμῶν ἀπὸ τῆς ἁπλότητος τῆς εἰς Χριστόν.
But I fear lest, by any means, as, the serpent, completely deceived Eve, in his craftiness, your minds should be corrupted from the singleness [and the chasteness] which are [due] unto the Christ.
4 εἰ μὲν γὰρ ὁ ἐρχόμενος ἄλλον Ἰησοῦν κηρύσσει ὃν οὐκ ἐκηρύξαμεν, ἢ πνεῦμα ἕτερον λαμβάνετε ὃ οὐκ ἐλάβετε, ἢ εὐαγγέλιον ἕτερον ὃ οὐκ ἐδέξασθε, καλῶς ἀνέχεσθε.
For, if, indeed, he that cometh, is proclaiming, another Jesus, whom we have not proclaimed, or, a different Spirit, ye are receiving, which ye had not received, or a different glad-message, which ye have never welcomed, ye are, well, bearing.
5 λογίζομαι γὰρ μηδὲν ὑστερηκέναι τῶν ὑπερλίαν ἀποστόλων·
For I reckon not to have come a whit behind the exceeding overmuch apostles;
6 εἰ δὲ καὶ ἰδιώτης τῷ λόγῳ, ἀλλ’ οὐ τῇ γνώσει, ἀλλ’ ἐν παντὶ φανερώσαντες ἐν πᾶσιν εἰς ὑμᾶς.
And, even if uncultured in my discourse, certainly not in my knowledge, —but, in every way, having made [it] manifest, in all things, unto you.
7 ἢ ἁμαρτίαν ἐποίησα ἐμαυτὸν ταπεινῶν ἵνα ὑμεῖς ὑψωθῆτε, ὅτι δωρεὰν τὸ τοῦ θεοῦ εὐαγγέλιον εὐηγγελισάμην ὑμῖν;
Or, a sin, did I commit—abasing, myself, that, ye, might be exalted, —in that, free of charge, God’s glad-message, I announced unto you?
8 ἄλλας ἐκκλησίας ἐσύλησα λαβὼν ὀψώνιον πρὸς τὴν ὑμῶν διακονίαν, καὶ παρὼν πρὸς ὑμᾶς καὶ ὑστερηθεὶς οὐ κατενάρκησα οὐθενός·
Other assemblies, I despoiled, receiving supplies that I might minister, unto you;
9 τὸ γὰρ ὑστέρημά μου προσανεπλήρωσαν οἱ ἀδελφοὶ ἐλθόντες ἀπὸ Μακεδονίας· καὶ ἐν παντὶ ἀβαρῆ ἐμαυτὸν ὑμῖν ἐτήρησα καὶ τηρήσω.
And, being present with you, and having come short, I was not burdensome to anyone, —for, my deficiency, the brethren, coming from Macedonia, helped to make up; —and, in everything, without burden unto you, I kept, myself—and will keep!
10 ἔστιν ἀλήθεια Χριστοῦ ἐν ἐμοὶ ὅτι ἡ καύχησις αὕτη οὐ φραγήσεται εἰς ἐμὲ ἐν τοῖς κλίμασιν τῆς Ἀχαΐας.
Truth of Christ is in me, that, this boasting, shall not be silenced unto me, in the regions of Achaia.
11 διατί; ὅτι οὐκ ἀγαπῶ ὑμᾶς; ὁ θεὸς οἶδεν.
Wherefore? Because I love you not? God, knoweth!
12 ὃ δὲ ποιῶ καὶ ποιήσω, ἵνα ἐκκόψω τὴν ἀφορμὴν τῶν θελόντων ἀφορμήν, ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσιν καθὼς καὶ ἡμεῖς.
But, what I am doing, I also will do, —that I may cut off the occasion of them who are wishing an occasion, that, wherein they are boasting themselves, they may be found even as also, we.
13 οἱ γὰρ τοιοῦτοι ψευδαπόστολοι, ἐργάται δόλιοι, μετασχηματιζόμενοι εἰς ἀποστόλους Χριστοῦ.
For, such as these, are false apostles, deceitful workers, transfiguring themselves into apostles of Christ.
14 καὶ οὐ θαῦμα, αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός.
And no marvel! for, Satan himself, doth transfigure himself into a messenger of light!
15 οὐ μέγα οὖν εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης· ὧν τὸ τέλος ἔσται κατὰ τὰ ἔργα αὐτῶν.
No great thing, therefore, if, his ministers also, are transfiguring themselves as ministers of righteousness!—whose end, shall be according to their works.
16 Πάλιν λέγω, μή τίς με δόξῃ ἄφρονα εἶναι· εἰ δὲ μήγε, κἂν ὡς ἄφρονα δέξασθέ με, ἵνα κἀγὼ μικρόν τι καυχήσωμαι.
Again, I say—let no one deem me to be, foolish; but, otherwise, at least, as foolish, give me welcome, that, I also, some little, may boast myself.
17 ὃ λαλῶ οὐ κατὰ κύριον λαλῶ, ἀλλ’ ὡς ἐν ἀφροσύνῃ, ἐν ταύτῃ τῇ ὑποστάσει τῆς καυχήσεως.
What I am saying, not according to the Lord, am I saying, but as in foolishness, —in this my boastful confidence!
18 ἐπεὶ πολλοὶ καυχῶνται κατὰ σάρκα, κἀγὼ καυχήσομαι.
Since, many, are boasting after the flesh, I also, will boast;
19 ἡδέως γὰρ ἀνέχεσθε τῶν ἀφρόνων φρόνιμοι ὄντες·
For, gladly, do ye bear with the foolish, being [yourselves], discreet, —
20 ἀνέχεσθε γὰρ εἴ τις ὑμᾶς καταδουλοῖ, εἴ τις κατεσθίει, εἴ τις λαμβάνει, εἴ τις ἐπαίρεται, εἴ τις εἰς πρόσωπον ὑμᾶς δέρει.
For ye bear with it—if anyone enslaveth you, if any devoureth, if anyone taketh, if anyone lifteth himself up, if anyone, on the face, doth smite you!
21 κατὰ ἀτιμίαν λέγω, ὡς ὅτι ἡμεῖς ἠσθενήκαμεν· ἐν ᾧ δ’ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ.
By way of disparagement, am I speaking, —as though, we, had been weak! whereas, in whatsoever anyone dareth, in foolishness I speak, I also, dare: —
22 Ἑβραῖοί εἰσιν; κἀγώ. Ἰσραηλεῖταί εἰσιν; κἀγώ. σπέρμα Ἀβραάμ εἰσιν; κἀγώ.
Hebrews, are they? I also, Israelites, are they? I also, seed of Abraham, are they? I also,
23 διάκονοι Χριστοῦ εἰσιν; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς περισσοτέρως, ἐν φυλακαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις·
Ministers of Christ, are they? As one deranged I am talking, I, above measure!—in toils, superabundantly, in prisons, superabundantly, in stripes, to excess, in deaths, oft, —
24 ὑπὸ Ἰουδαίων πεντάκις τεσσεράκοντα παρὰ μίαν ἔλαβον,
From Jews, five times, forty-save-one, have I received,
25 τρὶς ἐραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα·
Thrice, have I been beaten with rods, once, have I been stoned, thrice, have I been shipwrecked, a day and night, in the deep, have I spent;
26 ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις,
In journeyings oft, in perils of rivers, in perils of robbers, in perils from my own race, in perils from Gentiles, in perils in the city, in perils in the desert, in perils by the sea, in perils among false brethren,
27 κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι·
in toil and hardship, in watchings, oft, in hunger and thirst, in fasting, oft, in cold and nakedness: —
28 χωρὶς τῶν παρεκτὸς ἡ ἐπίστασίς μοι ἡ καθ’ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν.
Apart from the things without, my daily care, —my anxiety for all the assemblies; —
29 τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι;
Who is weak, and I am not weak? Who is caused to stumble, and, I, am not burning?
30 εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι.
If, to boast, is needful, in the things that concern my weakness, will I boast.
31 ὁ θεὸς καὶ πατὴρ τοῦ κυρίου Ἰησοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. (aiōn g165)
The God and Father of our Lord Jesus, knoweth—He who is blessed unto the ages—that I am not speaking falsely: (aiōn g165)
32 ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως ἐφρούρει τὴν πόλιν Δαμασκηνῶν πιάσαι με,
In Damascus, the governor under Aretas the king, was guarding the city of Damascenes, to apprehend me, —
33 καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ.
And, through a window, was I let down by the wall, and escaped his hands.

< Προς Κορινθιους Β΄ 11 >