< Προς Τιμοθεον Α΄ 1 >

1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ κατ’ ἐπιταγὴν θεοῦ σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν
Paul, an apostle of Christ Jesus—by injunction of God our Saviour and Christ Jesus our hope, —
2 Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει· χάρις, ἔλεος, εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ κυρίου ἡμῶν.
unto Timothy, my true child in faith: favour, mercy, peace, from God our Father, and Christ Jesus our Lord.
3 Καθὼς παρεκάλεσά σε προσμεῖναι ἐν Ἐφέσῳ πορευόμενος εἰς Μακεδονίαν, ἵνα παραγγείλῃς τισὶν μὴ ἑτεροδιδασκαλεῖν
Even as I exhorted thee to remain in Ephesus, when I was journeying into Macedonia, that thou mightest charge some—
4 μηδὲ προσέχειν μύθοις καὶ γενεαλογίαις ἀπεράντοις, αἵτινες ἐκζητήσεις παρέχουσιν μᾶλλον ἢ οἰκονομίαν θεοῦ τὴν ἐν πίστει·
Not to be teaching otherwise, nor yet to be giving heed to stories and endless genealogies, —the which, bring, arguings, rather than that stewardship of God which is with faith; —
5 τὸ δὲ τέλος τῆς παραγγελίας ἐστὶν ἀγάπη ἐκ καθαρᾶς καρδίας καὶ συνειδήσεως ἀγαθῆς καὶ πίστεως ἀνυποκρίτου,
Now, the end of the charge, is love—out of a pure heart, and a good conscience, and faith unfeigned, —
6 ὧν τινες ἀστοχήσαντες ἐξετράπησαν εἰς ματαιολογίαν,
Which some, missing, have turned them aside unto idle talk,
7 θέλοντες εἶναι νομοδιδάσκαλοι, μὴ νοοῦντες μήτε ἃ λέγουσιν μήτε περὶ τίνων διαβεβαιοῦνται.
Desiring to be law-teachers, —not understanding, either what they say or whereof they confidently affirm.
8 οἴδαμεν δὲ ὅτι καλὸς ὁ νόμος ἐάν τις αὐτῷ νομίμως χρῆται,
Now we know that, excellent, is the law, if one put it to a lawful use: —
9 εἰδὼς τοῦτο, ὅτι δικαίῳ νόμος οὐ κεῖται, ἀνόμοις δὲ καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς, ἀνοσίοις καὶ Βεβήλοις, πατρολῴαις καὶ μητρολῴαις, ἀνδροφόνοις,
Knowing this—that, to a righteous man, law, doth not apply, but to the lawless and insubordinate, ungodly and sinful, irreligious and profane, smiters of fathers and smiters of mothers, murderers,
10 πόρνοις, ἀρσενοκοίταις, ἀνδραποδισταῖς, ψεύσταις, ἐπιόρκοις, καὶ εἴ τι ἕτερον τῇ ὑγιαινούσῃ διδασκαλίᾳ ἀντίκειται,
fornicators, sodomites, man-stealers, liars, false- swearers, —and, if anything else, unto the healthful teaching, is opposed; —
11 κατὰ τὸ εὐαγγέλιον τῆς δόξης τοῦ μακαρίου θεοῦ, ὃ ἐπιστεύθην ἐγώ.
According to the glad-message of the glory of the happy God, with which entrusted am, I.
12 χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, ὅτι πιστόν με ἡγήσατο θέμενος εἰς διακονίαν,
Grateful, am I unto him that empowered me, Christ Jesus our Lord, in that, faithful, he accounted me, putting me into ministry, —
13 τὸ πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλὰ ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ,
Though, formerly, a defamer, and persecutor, and insulter; nevertheless mercy was shown me, because, without knowledge, I acted, in unbelief:
14 ὑπερεπλεόνασεν δὲ ἡ χάρις τοῦ κυρίου ἡμῶν μετὰ πίστεως καὶ ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ.
Yet exceeding abundant was the favour of our Lord, with faith and love which are in Christ Jesus.
15 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ·
Faithful, the saying! and, of all acceptance, worthy, —that, Christ Jesus, came into the world, sinners, to save: of whom, the chief, am, I;—
16 ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν ἅπασαν μακροθυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον. (aiōnios g166)
Nevertheless, on this account, was mercy shewn me, —that, in me, the chief, Christ Jesus might shew forth his entire longsuffering, for an ensample of them about to believe on him unto life age-abiding. (aiōnios g166)
17 τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ, ἀοράτῳ, μόνῳ θεῷ, τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. (aiōn g165)
Now, unto the King of the ages, —incorruptible, invisible, alone God, be honour and glory, unto the ages of ages, Amen! (aiōn g165)
18 Ταύτην τὴν παραγγελίαν παρατίθεμαί σοι, τέκνον Τιμόθεε, κατὰ τὰς προαγούσας ἐπὶ σὲ προφητείας, ἵνα στρατεύῃ ἐν αὐταῖς τὴν καλὴν στρατείαν,
This charge, I commit unto thee, child Timothy, According to the prophecies, running before on thee, in order that thou mightest war, with them, the noble warfare.
19 ἔχων πίστιν καὶ ἀγαθὴν συνείδησιν, ἥν τινες ἀπωσάμενοι περὶ τὴν πίστιν ἐναυάγησαν·
Holding faith and a good conscience, —which some, thrusting from them, concerning their faith, have made shipwreck: —
20 ὧν ἐστιν Ὑμέναιος καὶ Ἀλέξανδρος, οὓς παρέδωκα τῷ σατανᾷ ἵνα παιδευθῶσιν μὴ βλασφημεῖν.
Of whom are Hymenaeus and Alexander; whom I have delivered unto Satan, that they may be taught by discipline not to be defaming.

< Προς Τιμοθεον Α΄ 1 >