< Πετρου Α΄ 2 >

1 Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς,
Laying aside therefore all malice, and all guile, and hypocrisies, and envies, and all slander,
2 ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν,
as new-born babes, desire the spiritual, pure milk, that ye may grow thereby to salvation;
3 εἰ ἐγεύσασθε ὅτι χρηστὸς ὁ κύριος.
if indeed ye have tasted that the Lord is gracious.
4 πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον παρὰ δὲ θεῷ ἐκλεκτὸν ἔντιμον,
To whom coming, a living stone, rejected indeed by men, but in the sight of God chosen, honored,
5 καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε οἶκος πνευματικὸς εἰς ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους θεῷ διὰ Ἰησοῦ Χριστοῦ.
be ye yourselves also, as living stones, built up, a spiritual house, a holy priesthood, to offer up spiritual sacrifices, acceptable to God through Jesus Christ.
6 διότι περιέχει ἐν γραφῇ, ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ οὐ μὴ καταισχυνθῇ.
Because it is contained in the Scripture: “Behold, I lay in Zion a chief corner-stone, chosen, honored; and he that believeth in him shall not be put to shame.”
7 ὑμῖν οὖν ἡ τιμὴ τοῖς πιστεύουσιν· ἀπιστοῦσιν δὲ λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας καὶ λίθος προσκόμματος καὶ πέτρα σκανδάλου,
To you therefore who believe, is the honor; but to the disobedient, “the stone which the builders rejected, the same hath become the corner-stone,”
8 οἳ προσκόπτουσιν τῷ λόγῳ ἀπειθοῦντες, εἰς ὃ καὶ ἐτέθησαν.
and “a stone of stumbling, and a rock to strike against;” even to those who stumble, being disobedient to the word; to which they were also appointed.
9 ὑμεῖς δὲ γένος ἐκλεκτόν, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον, λαὸς εἰς περιποίησιν, ὅπως τὰς ἀρετὰς ἐξαγγείλητε τοῦ ἐκ σκότους ὑμᾶς καλέσαντος εἰς τὸ θαυμαστὸν αὐτοῦ φῶς·
But ye are a chosen generation, a royal priesthood, a holy nation, a people for a possession, that ye may show forth the praises of him who called you out of darkness into his wonderful light;
10 οἵ ποτε οὐ λαὸς νῦν δὲ λαὸς θεοῦ, οἱ οὐκ ἠλεημένοι νῦν δὲ ἐλεηθέντες.
who once were not a people, but are now the people of God; who had not obtained mercy, but now have obtained mercy.
11 Ἀγαπητοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς,
Beloved, I exhort you, as sojourners and strangers, to abstain from fleshly lusts, which war against the soul;
12 τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύοντες δοξάσωσιν τὸν θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.
having your manner of life among the gentiles honorable; that, whereas they speak against you as evil-doers, they may by your good works, which they behold, glorify God in the day of visitation.
13 Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν κύριον, εἴτε βασιλεῖ ὡς ὑπερέχοντι,
Submit yourselves therefore to every human institution for the Lord's sake; whether to the king, as supreme;
14 εἴτε ἡγεμόσιν ὡς δι’ αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν·
or to governors, as being sent by him for the punishment of evil-doers, and the praise of those who do well.
15 ὅτι οὕτως ἐστὶν τὸ θέλημα τοῦ θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν·
For so is the will of God, that with well-doing ye may put to silence the ignorance of foolish men;
16 ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς θεοῦ δοῦλοι.
as free, and not using your freedom for a cloak of wickedness, but as servants of God.
17 πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε.
Honor all men; love the brotherhood; fear God; honor the king.
18 Οἱ οἰκέται ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν ἀλλὰ καὶ τοῖς σκολιοῖς.
Servants, be subject to your masters with all fear, not only to the good and considerate, but also to the perverse.
19 τοῦτο γὰρ χάρις εἰ διὰ συνείδησιν θεοῦ ὑποφέρει τις λύπας πάσχων ἀδίκως.
For this is acceptable, if any one on account of a sense of duty to God endureth hardships, suffering wrongfully.
20 ποῖον γὰρ κλέος εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ’ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ θεῷ.
For what glory is it, if, when ye are beaten for your faults, ye shall take it patiently? but if, when ye do well, and suffer for it, ye take it patiently [[it is glory]]; for this is acceptable with God.
21 εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ·
For to this ye were called; because even Christ suffered for us, leaving you an example, that ye should follow his steps;
22 ὃς ἁμαρτίαν οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ·
who committed no sin, neither was guile found in his mouth;
23 ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως·
who, when he was reviled, reviled not again; when he suffered did not threaten, but committed himself to him that judgeth righteously;
24 ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι ἰάθητε.
who himself bore our sins in his own body on the cross, that we, having died to our sins, should live to righteousness; by whose stripes ye were healed.
25 ἦτε γὰρ ὡς πρόβατα πλανώμενοι, ἀλλ’ ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν.
For ye were going astray like sheep; but ye have now returned to the Shepherd and Bishop of your souls.

< Πετρου Α΄ 2 >