< Προς Κορινθιους Α΄ 11 >

1 Μιμηταί μου γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ.
Become imitators of me, —even as, I also, [am] of Christ.
2 Ἐπαινῶ δὲ ὑμᾶς, ὅτι πάντα μου μέμνησθε καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις κατέχετε.
Now I praise you, that, in all things, ye have me in remembrance, and, even as I delivered unto you the instructions, ye hold them fast.
3 θέλω δὲ ὑμᾶς εἰδέναι ὅτι παντὸς ἀνδρὸς ἡ κεφαλὴ ὁ Χριστός ἐστιν, κεφαλὴ δὲ γυναικὸς ὁ ἀνήρ, κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ θεός.
But I wish you to know—that, the head of every man, is, the Christ, and, the head of a woman, is, the man; and, the head of the Christ, is, God.
4 πᾶς ἀνὴρ προσευχόμενος ἢ προφητεύων κατὰ κεφαλῆς ἔχων καταισχύνει τὴν κεφαλὴν αὐτοῦ·
Every man, praying, or prophesying, having anything upon his head, putteth to shame his head;
5 πᾶσα δὲ γυνὴ προσευχομένη ἢ προφητεύουσα ἀκατακαλύπτῳ τῇ κεφαλῇ καταισχύνει τὴν κεφαλὴν αὐτῆς· ἓν γάρ ἐστιν καὶ τὸ αὐτὸ τῇ ἐξυρημένῃ.
But, every woman, praying, or prophesying, with her head, unveiled, putteth to shame her head, —for it is, one and the same, with her having been shaven.
6 εἰ γὰρ οὐ κατακαλύπτεται γυνή, καὶ κειράσθω· εἰ δὲ αἰσχρὸν γυναικὶ τὸ κείρασθαι ἢ ξυρᾶσθαι, κατακαλυπτέσθω.
For, if a woman doth not veil herself, let her also be shorn; but, if it were a shame in a woman to be shorn or shaven, let her be veiled.
7 ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρχων· ἡ γυνὴ δὲ δόξα ἀνδρός ἐστιν.
For, a man, indeed, ought not to be veiling his head, being, the image and glory of God, —but, the woman, is the glory of man;
8 οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικός, ἀλλὰ γυνὴ ἐξ ἀνδρός·
For, man, is not, of woman, but, woman, of man;
9 καὶ γὰρ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα.
For also man was not created, for the sake of the woman, but woman, for the sake of the man.
10 διὰ τοῦτο ὀφείλει ἡ γυνὴ ἐξουσίαν ἔχειν ἐπὶ τῆς κεφαλῆς διὰ τοὺς ἀγγέλους.
For this cause, ought the woman to have, permission, upon her head, because of the messengers.
11 πλὴν οὔτε γυνὴ χωρὶς ἀνδρὸς οὔτε ἀνὴρ χωρὶς γυναικὸς ἐν κυρίῳ·
Howbeit, neither is woman apart from man, nor man apart from woman—in the Lord;
12 ὥσπερ γὰρ ἡ γυνὴ ἐκ τοῦ ἀνδρός, οὕτως καὶ ὁ ἀνὴρ διὰ τῆς γυναικός· τὰ δὲ πάντα ἐκ τοῦ θεοῦ.
For, just as the woman is of the man, so, also the man, is through means of the woman; —but, all things, are of God.
13 ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶν γυναῖκα ἀκατακάλυπτον τῷ θεῷ προσεύχεσθαι;
Among your own selves, judge ye, —Is it becoming for a woman, —unveiled, to be praying unto God?
14 οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς ὅτι ἀνὴρ μὲν ἐὰν κομᾷ ἀτιμία αὐτῷ ἐστιν,
Doth not, even nature herself, teach you—that, if, a man, have long hair, it is a dishonour to him;
15 γυνὴ δὲ ἐὰν κομᾷ δόξα αὐτῇ ἐστιν; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου δέδοται αὐτῇ.
But, if, a woman, have long hair, it is a glory to her, for, her long hair, instead of a veil, hath been given to her.
16 Εἰ δέ τις δοκεῖ φιλόνεικος εἶναι, ἡμεῖς τοιαύτην συνήθειαν οὐκ ἔχομεν, οὐδὲ αἱ ἐκκλησίαι τοῦ θεοῦ.
But, if anyone thinketh to be contentious, we, have no such custom, —nor yet the assemblies of God.
17 Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ ὅτι οὐκ εἰς τὸ κρεῖσσον ἀλλὰ εἰς τὸ ἧσσον συνέρχεσθε.
But, in giving you the following charge, I praise you not, —in that, not for the better, but for the worse, ye come together.
18 πρῶτον μὲν γὰρ συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω.
For, first of all, —when ye come together in assembly, I hear that divisions among you exist, —and, in part, I believe it;
19 δεῖ γὰρ καὶ αἱρέσεις ἐν ὑμῖν εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν.
For there must needs be, even parties among you, that, the approved, [themselves] may become manifest among you.
20 συνερχομένων οὖν ὑμῶν ἐπὶ τὸ αὐτὸ οὐκ ἔστιν κυριακὸν δεῖπνον φαγεῖν,
When, therefore, ye come together into one place, it is not to eat, a supper unto the Lord;
21 ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει ἐν τῷ φαγεῖν, καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ μεθύει.
For, each one, taketh beforehand, his own supper, in your eating, and, one, indeed, is hungry, whereas, another, is drinking to excess.
22 μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ θεοῦ καταφρονεῖτε, καὶ καταισχύνετε τοὺς μὴ ἔχοντας; τί εἴπω ὑμῖν; ἐπαινέσω ὑμᾶς; ἐν τούτῳ οὐκ ἐπαινῶ.
What! have ye not houses for your eating and drinking? or, the assembly of God, do ye despise, and, put to shame them who have nothing? What am I to say to you? Shall I praise you? In this, I praise you not.
23 ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ ᾗ παρεδίδετο ἔλαβεν ἄρτον
For, I myself, received from the Lord—that which I also delivered unto you, —how that, the Lord Jesus, in the night in which he was being delivered up, took a loaf,
24 καὶ εὐχαριστήσας ἔκλασεν καὶ εἶπεν, τοῦτό μού ἐστιν τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.
And, giving thanks, brake it, and said—This, is my body, which is for you, —this, do ye, in remembrance of me;
25 ὡσαύτως καὶ τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων, τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι· τοῦτο ποιεῖτε, ὁσάκις ἐὰν πίνητε, εἰς τὴν ἐμὴν ἀνάμνησιν.
In the same manner, the cup also, after they had taken supper, saying—This cup, is, the new covenant in my blood, this, do ye, as often soever as ye may be drinking it, in remembrance of me.
26 ὁσάκις γὰρ ἐὰν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον πίνητε, τὸν θάνατον τοῦ κυρίου καταγγέλλετε, ἄχρι οὗ ἔλθῃ.
For, as often as ye may be eating this loaf, and, the cup, may be drinking, The death of the Lord, do ye announce, until he come.
27 ὥστε ὃς ἂν ἐσθίῃ τὸν ἄρτον ἢ πίνῃ τὸ ποτήριον τοῦ κυρίου ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ κυρίου.
So that, whosoever may be eating the loaf, or drinking the cup of the Lord, in an unworthy manner, shall be responsible for the body and blood of the Lord.
28 δοκιμαζέτω δὲ ἄνθρωπος ἑαυτόν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω καὶ ἐκ τοῦ ποτηρίου πινέτω·
But let a man be proving himself, —and, so, of the loaf, let him eat, and, of the cup, let him drink;
29 ὁ γὰρ ἐσθίων καὶ πίνων κρίμα ἑαυτῷ ἐσθίει καὶ πίνει μὴ διακρίνων τὸ σῶμα.
For, he that is eating and drinking, —judgment unto himself, doth eat and drink, —if he be not setting apart the body.
30 διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί.
For this cause, many among you are weak and sickly; and, not a few, are falling asleep.
31 εἰ δὲ ἑαυτοὺς διεκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα·
If, however, we had been setting, ourselves, apart, we had not, in that case, been coming under judgment;
32 κρινόμενοι δὲ ὑπὸ τοῦ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν.
But, being brought under judgment, by the Lord, are we being disciplined, lest, with the world, we should be condemned.
33 ὥστε, ἀδελφοί μου, συνερχόμενοι εἰς τὸ φαγεῖν ἀλλήλους ἐκδέχεσθε.
So then, my brethren, —when ye come together for the eating, unto one another, be giving welcome: —
34 εἴ τις πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρχησθε. τὰ δὲ λοιπὰ ὡς ἂν ἔλθω διατάξομαι.
If anyone be hungry, at home, let him eat, lest, unto judgment, ye be coming together. And, the remaining things, whensoever I come, I will set in order.

< Προς Κορινθιους Α΄ 11 >