< Αποκαλυψις Ιωαννου 4 >

1 μετα ταυτα ειδον και ιδου θυρα ηνεωγμενη εν τω ουρανω και η φωνη η πρωτη ην ηκουσα ως σαλπιγγος λαλουσης μετ εμου λεγουσα αναβα ωδε και δειξω σοι α δει γενεσθαι μετα ταυτα
Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετ᾽ ἐμοῦ (λέγων· *N(k)O*) ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.
2 και ευθεως εγενομην εν πνευματι και ιδου θρονος εκειτο εν τω ουρανω και επι του θρονου καθημενος
(καὶ *k*) εὐθέως ἐγενόμην ἐν πνεύματι καὶ ἰδοὺ θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ (τὸν θρόνον *N(k)O*) καθήμενος.
3 και ο καθημενος ην ομοιος ορασει λιθω ιασπιδι και σαρδινω και ιρις κυκλοθεν του θρονου {VAR1: ομοιος } {VAR2: ομοια } ορασει σμαραγδινω
καὶ ὁ καθήμενος (ἦν *k*) ὅμοιος ὁράσει λίθῳ ἰάσπιδι καὶ σαρδίῳ καὶ ἶρις κυκλόθεν τοῦ θρόνου (ὅμοιος ὁράσει *NK(o)*) (σμαραγδίνῳ. *N(k)O*)
4 και κυκλοθεν του θρονου θρονοι εικοσι και τεσσαρες και επι τους θρονους ειδον τους εικοσι και τεσσαρας πρεσβυτερους καθημενους περιβεβλημενους εν ιματιοις λευκοις και εσχον επι τας κεφαλας αυτων στεφανους χρυσους
καὶ κυκλόθεν τοῦ θρόνου (θρόνους *N(k)O*) εἴκοσι (καὶ *k*) τέσσαρες, καὶ ἐπὶ τοὺς θρόνους (εἴδον *K*) (τοὺς *k*) εἴκοσι (καὶ *k*) τέσσαρας πρεσβυτέρους καθημένους, περιβεβλημένους ἐν ἱματίοις λευκοῖς, καὶ (ἔσχον *k*) ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
5 και εκ του θρονου εκπορευονται αστραπαι και βρονται και φωναι και επτα λαμπαδες πυρος καιομεναι ενωπιον του θρονου αι εισιν τα επτα πνευματα του θεου
καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταί, καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου (αὐτοῦ *O*) (ἅ *N(k)O*) εἰσιν τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ,
6 και ενωπιον του θρονου θαλασσα υαλινη ομοια κρυσταλλω και εν μεσω του θρονου και κυκλω του θρονου τεσσαρα ζωα γεμοντα οφθαλμων εμπροσθεν και οπισθεν
καὶ ἐνώπιον τοῦ θρόνου (ὡς *NO*) θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ, καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν.
7 και το ζωον το πρωτον ομοιον λεοντι και το δευτερον ζωον ομοιον μοσχω και το τριτον ζωον εχον το προσωπον ως ανθρωπος και το τεταρτον ζωον ομοιον αετω πετωμενω
καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον (ἔχων *N(k)O*) τὸ πρόσωπον ὡς (ἀνθρώπου, *N(k)O*) καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ.
8 και τεσσαρα ζωα εν καθ εαυτο ειχον ανα πτερυγας εξ κυκλοθεν και εσωθεν γεμοντα οφθαλμων και αναπαυσιν ουκ εχουσιν ημερας και νυκτος λεγοντα αγιος αγιος αγιος κυριος ο θεος ο παντοκρατωρ ο ην και ο ων και ο ερχομενος
καὶ τὰ τέσσαρα ζῷα, ἓν καθ᾽ (ἓν *n(o)*) (αὐτῶν *N(k)O*) (ἔχων *N(k)(o)*) ἀνὰ πτέρυγας ἕξ κυκλόθεν καὶ ἔσωθεν (γέμουσιν *N(k)O*) ὀφθαλμῶν καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς (λέγοντες· *N(k)O*) ἅγιος ἅγιος ἅγιος κύριος ὁ θεὸς ὁ παντοκράτωρ, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος.
9 και οταν δωσουσιν τα ζωα δοξαν και τιμην και ευχαριστιαν τω καθημενω επι του θρονου τω ζωντι εις τους αιωνας των αιωνων (aiōn g165)
καὶ ὅταν (δώσουσιν *NK(o)*) τὰ ζῷα δόξαν καὶ τιμὴν καὶ εὐχαριστίαν τῷ καθημένῳ ἐπὶ (τῷ θρόνῳ, *N(k)O*) τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, (aiōn g165)
10 πεσουνται οι εικοσι και τεσσαρες πρεσβυτεροι ενωπιον του καθημενου επι του θρονου και προσκυνουσιν τω ζωντι εις τους αιωνας των αιωνων και βαλλουσιν τους στεφανους αυτων ενωπιον του θρονου λεγοντες (aiōn g165)
πεσοῦνται οἱ εἴκοσι (καὶ *k*) τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου καὶ (προσκυνήσουσιν *N(k)O*) τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων καὶ (βαλοῦσιν *N(k)O*) τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες· (aiōn g165)
11 αξιος ει κυριε λαβειν την δοξαν και την τιμην και την δυναμιν οτι συ εκτισας τα παντα και δια το θελημα σου εισιν και εκτισθησαν
ἄξιος εἶ, ὁ κύριος (καὶ ὁ θεὸς ἡμῶν, *NO*) (ὁ ἅγιος, *O*) λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν. ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου (ἦσαν *N(k)O*) καὶ ἐκτίσθησαν.

< Αποκαλυψις Ιωαννου 4 >