< Προς Κορινθιους Β΄ 3 >
1 αρχομεθα παλιν εαυτους συνιστανειν {VAR1: ει } {VAR2: η } μη χρηζομεν ως τινες συστατικων επιστολων προς υμας η εξ υμων συστατικων
Ἀρχόμεθα πάλιν ἑαυτοὺς συνιστάνειν; Ἢ μὴ χρῄζομεν, ὥς τινες, συστατικῶν ἐπιστολῶν πρὸς ὑμᾶς ἢ ἐξ ὑμῶν;
2 η επιστολη ημων υμεις εστε εγγεγραμμενη εν ταις καρδιαις ημων γινωσκομενη και αναγινωσκομενη υπο παντων ανθρωπων
Ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε, ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων,
3 φανερουμενοι οτι εστε επιστολη χριστου διακονηθεισα υφ ημων εγγεγραμμενη ου μελανι αλλα πνευματι θεου ζωντος ουκ εν πλαξιν λιθιναις αλλ εν πλαξιν καρδιας σαρκιναις
φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ ˚Χριστοῦ, διακονηθεῖσα ὑφʼ ἡμῶν, ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ ˚Πνεύματι ˚Θεοῦ ζῶντος, οὐκ ἐν πλαξὶν λιθίναις, ἀλλʼ ἐν πλαξὶν καρδίαις σαρκίναις.
4 πεποιθησιν δε τοιαυτην εχομεν δια του χριστου προς τον θεον
Πεποίθησιν δὲ τοιαύτην ἔχομεν διὰ τοῦ ˚Χριστοῦ πρὸς τὸν ˚Θεόν.
5 ουχ οτι ικανοι εσμεν αφ εαυτων λογισασθαι τι ως εξ εαυτων αλλ η ικανοτης ημων εκ του θεου
Οὐχ ὅτι ἀφʼ ἑαυτῶν ἱκανοί ἐσμεν λογίσασθαί τι ὡς ἐξ ἑαυτῶν, ἀλλʼ ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ ˚Θεοῦ,
6 ος και ικανωσεν ημας διακονους καινης διαθηκης ου γραμματος αλλα πνευματος το γαρ γραμμα αποκτεινει το δε πνευμα ζωοποιει
ὃς καὶ ἱκάνωσεν ἡμᾶς διακόνους καινῆς διαθήκης, οὐ γράμματος, ἀλλὰ ˚Πνεύματος, τὸ γὰρ γράμμα ἀποκτένει, τὸ δὲ ˚Πνεῦμα ζῳοποιεῖ.
7 ει δε η διακονια του θανατου εν γραμμασιν εντετυπωμενη εν λιθοις εγενηθη εν δοξη ωστε μη δυνασθαι ατενισαι τους υιους ισραηλ εις το προσωπον μωσεως δια την δοξαν του προσωπου αυτου την καταργουμενην
Εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως, διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ, τὴν καταργουμένην,
8 πως ουχι μαλλον η διακονια του πνευματος εσται εν δοξη
πῶς οὐχὶ μᾶλλον ἡ διακονία τοῦ ˚Πνεύματος ἔσται ἐν δόξῃ;
9 ει γαρ η διακονια της κατακρισεως δοξα πολλω μαλλον περισσευει η διακονια της δικαιοσυνης εν δοξη
Εἰ γὰρ τῇ διακονίᾳ τῆς κατακρίσεως, δόξα πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς δικαιοσύνης δόξῃ.
10 και γαρ ουδε δεδοξασται το δεδοξασμενον εν τουτω τω μερει ενεκεν της υπερβαλλουσης δοξης
Καὶ γὰρ οὐ δεδόξασται, τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει εἵνεκεν τῆς ὑπερβαλλούσης δόξης.
11 ει γαρ το καταργουμενον δια δοξης πολλω μαλλον το μενον εν δοξη
Εἰ γὰρ τὸ καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ.
12 εχοντες ουν τοιαυτην ελπιδα πολλη παρρησια χρωμεθα
Ἔχοντες οὖν τοιαύτην ἐλπίδα πολλῇ παρρησίᾳ χρώμεθα,
13 και ου καθαπερ μωσης ετιθει καλυμμα επι το προσωπον εαυτου προς το μη ατενισαι τους υιους ισραηλ εις το τελος του καταργουμενου
καὶ οὐ καθάπερ Μωϋσῆς ἐτίθει κάλυμμα ἐπὶ τὸ πρόσωπον αὐτοῦ, πρὸς τὸ μὴ ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ, εἰς τὸ τέλος τοῦ καταργουμένου.
14 αλλ επωρωθη τα νοηματα αυτων αχρι γαρ της σημερον το αυτο καλυμμα επι τη αναγνωσει της παλαιας διαθηκης μενει μη ανακαλυπτομενον ο τι εν χριστω καταργειται
Ἀλλʼ ἐπωρώθη τὰ νοήματα αὐτῶν. Ἄχρι γὰρ τῆς σήμερον ἡμέρας, τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει, μὴ ἀνακαλυπτόμενον ὅτι ἐν ˚Χριστῷ καταργεῖται.
15 αλλ εως σημερον ηνικα αναγινωσκεται μωσης καλυμμα επι την καρδιαν αυτων κειται
Ἀλλʼ ἕως σήμερον ἡνίκα ἂν ἀναγινώσκηται Μωϋσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται.
16 ηνικα δ αν επιστρεψη προς κυριον περιαιρειται το καλυμμα
Ἡνίκα δὲ ἐὰν ἐπιστρέψῃ πρὸς ˚Κύριον, περιαιρεῖται τὸ κάλυμμα.
17 ο δε κυριος το πνευμα εστιν ου δε το πνευμα κυριου εκει ελευθερια
Ὁ δὲ ˚Κύριος τὸ ˚Πνεῦμά ἐστιν· οὗ δὲ τὸ ˚Πνεῦμα ˚Κυρίου, ἐλευθερία.
18 ημεις δε παντες ανακεκαλυμμενω προσωπω την δοξαν κυριου κατοπτριζομενοι την αυτην εικονα μεταμορφουμεθα απο δοξης εις δοξαν καθαπερ απο κυριου πνευματος
Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ, τὴν δόξαν ˚Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ ˚Κυρίου, ˚Πνεύματος.