< Προς Κορινθιους Α΄ 12 >
1 περι δε των πνευματικων αδελφοι ου θελω υμας αγνοειν
Περὶ δὲ τῶν πνευματικῶν, ἀδελφοί, οὐ θέλω ὑμᾶς ἀγνοεῖν.
2 οιδατε οτι εθνη ητε προς τα ειδωλα τα αφωνα ως αν ηγεσθε απαγομενοι
Οἴδατε ὅτι ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε, ἀπαγόμενοι.
3 διο γνωριζω υμιν οτι ουδεις εν πνευματι θεου λαλων λεγει αναθεμα ιησουν και ουδεις δυναται ειπειν κυριον ιησουν ει μη εν πνευματι αγιω
Διὸ γνωρίζω ὑμῖν ὅτι οὐδεὶς ἐν ˚Πνεύματι ˚Θεοῦ λαλῶν, λέγει, “Ἀνάθεμα ˚Ἰησοῦς”, καὶ οὐδεὶς δύναται εἰπεῖν, “˚Κύριος ˚Ἰησοῦς”, εἰ μὴ ἐν ˚Πνεύματι Ἁγίῳ.
4 διαιρεσεις δε χαρισματων εισιν το δε αυτο πνευμα
Διαιρέσεις δὲ χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ ˚Πνεῦμα.
5 και διαιρεσεις διακονιων εισιν και ο αυτος κυριος
Καὶ διαιρέσεις διακονιῶν εἰσιν, καὶ ὁ αὐτὸς ˚Κύριος.
6 και διαιρεσεις ενεργηματων εισιν ο δε αυτος εστιν θεος ο ενεργων τα παντα εν πασιν
Καὶ διαιρέσεις ἐνεργημάτων εἰσίν, καὶ ὁ αὐτὸς ˚Θεός, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσιν.
7 εκαστω δε διδοται η φανερωσις του πνευματος προς το συμφερον
Ἑκάστῳ δὲ δίδοται ἡ φανέρωσις τοῦ ˚Πνεύματος πρὸς τὸ συμφέρον.
8 ω μεν γαρ δια του πνευματος διδοται λογος σοφιας αλλω δε λογος γνωσεως κατα το αυτο πνευμα
ὯΙ μὲν γὰρ διὰ τοῦ ˚Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ ˚Πνεῦμα,
9 ετερω δε πιστις εν τω αυτω πνευματι αλλω δε χαρισματα ιαματων εν τω αυτω πνευματι
ἑτέρῳ δὲ πίστις ἐν τῷ αὐτῷ ˚Πνεύματι, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ ἑνὶ ˚Πνεύματι,
10 αλλω δε ενεργηματα δυναμεων αλλω δε προφητεια αλλω δε διακρισεις πνευματων ετερω δε γενη γλωσσων αλλω δε ερμηνεια γλωσσων
ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ προφητεία, ἄλλῳ διακρίσεις πνευμάτων, ἑτέρῳ γένη γλωσσῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωσσῶν.
11 παντα δε ταυτα ενεργει το εν και το αυτο πνευμα διαιρουν ιδια εκαστω καθως βουλεται
Πάντα δὲ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ ˚Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται.
12 καθαπερ γαρ το σωμα εν εστιν και μελη εχει πολλα παντα δε τα μελη του σωματος του ενος πολλα οντα εν εστιν σωμα ουτως και ο χριστος
Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστιν, καὶ μέλη πολλὰ ἔχει, πάντα δὲ τὰ μέλη τοῦ σώματος, πολλὰ ὄντα, ἕν ἐστιν σῶμα, οὕτως καὶ ὁ ˚Χριστός.
13 και γαρ εν ενι πνευματι ημεις παντες εις εν σωμα εβαπτισθημεν ειτε ιουδαιοι ειτε ελληνες ειτε δουλοι ειτε ελευθεροι και παντες εις εν πνευμα εποτισθημεν
Καὶ γὰρ ἐν ἑνὶ ˚Πνεύματι ἡμεῖς πάντες εἰς ἓν σῶμα ἐβαπτίσθημεν, εἴτε Ἰουδαῖοι, εἴτε Ἕλληνες, εἴτε δοῦλοι, εἴτε ἐλεύθεροι, καὶ πάντες ἓν ˚Πνεῦμα ἐποτίσθημεν.
14 και γαρ το σωμα ουκ εστιν εν μελος αλλα πολλα
Καὶ γὰρ τὸ σῶμα οὐκ ἔστιν ἓν μέλος, ἀλλὰ πολλά.
15 εαν ειπη ο πους οτι ουκ ειμι χειρ ουκ ειμι εκ του σωματος ου παρα τουτο ουκ εστιν εκ του σωματος
Ἐὰν εἴπῃ ὁ πούς, “Ὅτι οὐκ εἰμὶ χείρ, οὐκ εἰμὶ ἐκ τοῦ σώματος”, οὐ παρὰ τοῦτο, οὐκ ἔστιν ἐκ τοῦ σώματος.
16 και εαν ειπη το ους οτι ουκ ειμι οφθαλμος ουκ ειμι εκ του σωματος ου παρα τουτο ουκ εστιν εκ του σωματος
Καὶ ἐὰν εἴπῃ τὸ οὖς, “Ὅτι οὐκ εἰμὶ ὀφθαλμός, οὐκ εἰμὶ ἐκ τοῦ σώματος”, οὐ παρὰ τοῦτο, οὐκ ἔστιν ἐκ τοῦ σώματος.
17 ει ολον το σωμα οφθαλμος που η ακοη ει ολον ακοη που η οσφρησις
Εἰ ὅλον τὸ σῶμα ὀφθαλμός, ποῦ ἡ ἀκοή; Εἰ ὅλον ἀκοή, ποῦ ἡ ὄσφρησις;
18 νυνι δε ο θεος εθετο τα μελη εν εκαστον αυτων εν τω σωματι καθως ηθελησεν
Νυνὶ δὲ ὁ ˚Θεὸς ἔθετο τὰ μέλη, ἓν ἕκαστον αὐτῶν ἐν τῷ σώματι, καθὼς ἠθέλησεν.
19 ει δε ην τα παντα εν μελος που το σωμα
Εἰ δὲ ἦν τὰ πάντα ἓν μέλος, ποῦ τὸ σῶμα;
20 νυν δε πολλα μεν μελη εν δε σωμα
Νῦν δὲ πολλὰ μὲν μέλη, ἓν δὲ σῶμα.
21 ου δυναται δε οφθαλμος ειπειν τη χειρι χρειαν σου ουκ εχω η παλιν η κεφαλη τοις ποσιν χρειαν υμων ουκ εχω
Οὐ δύναται δὲ ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί, “Χρείαν σου οὐκ ἔχω”, ἢ πάλιν ἡ κεφαλὴ τοῖς ποσίν, “Χρείαν ὑμῶν οὐκ ἔχω.”
22 αλλα πολλω μαλλον τα δοκουντα μελη του σωματος ασθενεστερα υπαρχειν αναγκαια εστιν
Ἀλλὰ πολλῷ μᾶλλον τὰ δοκοῦντα μέλη τοῦ σώματος ἀσθενέστερα ὑπάρχειν, ἀναγκαῖά ἐστιν,
23 και α δοκουμεν ατιμοτερα ειναι του σωματος τουτοις τιμην περισσοτεραν περιτιθεμεν και τα ασχημονα ημων ευσχημοσυνην περισσοτεραν εχει
καὶ ἃ δοκοῦμεν ἀτιμότερα εἶναι τοῦ σώματος, τούτοις τιμὴν περισσοτέραν περιτίθεμεν, καὶ τὰ ἀσχήμονα ἡμῶν, εὐσχημοσύνην περισσοτέραν ἔχει,
24 τα δε ευσχημονα ημων ου χρειαν εχει αλλ ο θεος συνεκερασεν το σωμα τω υστερουντι περισσοτεραν δους τιμην
τὰ δὲ εὐσχήμονα ἡμῶν, οὐ χρείαν ἔχει. Ἀλλὰ ὁ ˚Θεὸς συνεκέρασεν τὸ σῶμα, τῷ ὑστερουμένῳ, περισσοτέραν δοὺς τιμήν,
25 ινα μη η σχισμα εν τω σωματι αλλα το αυτο υπερ αλληλων μεριμνωσιν τα μελη
ἵνα μὴ ᾖ σχίσμα ἐν τῷ σώματι, ἀλλὰ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη.
26 και ειτε πασχει εν μελος συμπασχει παντα τα μελη ειτε δοξαζεται εν μελος συγχαιρει παντα τα μελη
Καὶ εἴτε πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· εἴτε δοξάζεται μέλος, συγχαίρει πάντα τὰ μέλη.
27 υμεις δε εστε σωμα χριστου και μελη εκ μερους
Ὑμεῖς δέ ἐστε σῶμα ˚Χριστοῦ, καὶ μέλη ἐκ μέρους.
28 και ους μεν εθετο ο θεος εν τη εκκλησια πρωτον αποστολους δευτερον προφητας τριτον διδασκαλους επειτα δυναμεις ειτα χαρισματα ιαματων αντιληψεις κυβερνησεις γενη γλωσσων
Καὶ οὓς μὲν ἔθετο ὁ ˚Θεὸς ἐν τῇ ἐκκλησίᾳ πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, ἔπειτα δυνάμεις, ἔπειτα χαρίσματα ἰαμάτων, ἀντιλήμψεις, κυβερνήσεις, γένη γλωσσῶν.
29 μη παντες αποστολοι μη παντες προφηται μη παντες διδασκαλοι μη παντες δυναμεις
Μὴ πάντες ἀπόστολοι; Μὴ πάντες προφῆται; Μὴ πάντες διδάσκαλοι; Μὴ πάντες δυνάμεις;
30 μη παντες χαρισματα εχουσιν ιαματων μη παντες γλωσσαις λαλουσιν μη παντες διερμηνευουσιν
Μὴ πάντες χαρίσματα ἔχουσιν ἰαμάτων; Μὴ πάντες γλώσσαις λαλοῦσιν; Μὴ πάντες διερμηνεύουσιν;
31 ζηλουτε δε τα χαρισματα τα κρειττονα και ετι καθ υπερβολην οδον υμιν δεικνυμι
Ζηλοῦτε δὲ τὰ χαρίσματα τὰ μείζονα. Καὶ ἔτι καθʼ ὑπερβολὴν ὁδὸν, ὑμῖν δείκνυμι.