< Προς Τιτον 1 >
1 Παῦλος, δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ᾿ εὐσέβειαν,
Paul, a servant of God, and an apostle of Jesus Christ, according to the faith of God’s elect, and the knowledge of the truth which is according to godliness,
2 ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων, (aiōnios )
in hope of eternal life, which God, who cannot lie, promised before times eternal; (aiōnios )
3 ἐφανέρωσε δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατ᾿ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν Θεοῦ,
but in his own seasons manifested his word in the message, wherewith I was intrusted according to the commandment of God our Saviour;
4 Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρός, καὶ Κυρίου Ἰησοῦ Χριστοῦ τοῦ σωτῆρος ἡμῶν.
to Titus, my true child after a common faith: Grace and peace from God the Father and Christ Jesus our Saviour.
5 Τούτου χάριν κατέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην·
For this cause left I thee in Crete, that thou shouldest set in order the things that were wanting, and appoint elders in every city, as I gave thee charge;
6 εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα.
if any man is blameless, the husband of one wife, having children that believe, who are not accused of riot or unruly.
7 Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Θεοῦ οἰκονόμον· μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ,
For the bishop must be blameless, as God’s steward; not selfwilled, not soon angry, no brawler, no striker, not greedy of filthy lucre;
8 ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ,
but given to hospitality, a lover of good, soberminded, just, holy, temperate;
9 ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
holding to the faithful word which is according to the teaching, that he may be able both to exhort in the sound doctrine, and to convict the gainsayers.
10 Εἰσὶ γὰρ πολλοὶ καὶ ἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ περιτομῆς,
For there are many unruly men, vain talkers and deceivers, specially they of the circumcision,
11 οὓς δεῖ ἐπιστομίζειν· οἵτινες ὅλους οἴκους ἀνατρέπουσι, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν.
whose mouths must be stopped; men who overthrow whole houses, teaching things which they ought not, for filthy lucre’s sake.
12 Εἶπέ τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.
One of themselves, a prophet of their own, said, Cretans are alway liars, evil beasts, idle gluttons.
13 Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. Δι᾿ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει,
This testimony is true. For which cause reprove them sharply, that they may be sound in the faith,
14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις, καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.
not giving heed to Jewish fables, and commandments of men who turn away from the truth.
15 Πάντα μὲν καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν· ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις.
To the pure all things are pure: but to them that are defiled and unbelieving nothing is pure; but both their mind and their conscience are defiled.
16 Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.
They profess that they know God; but by their works they deny him, being abominable, and disobedient, and unto every good work reprobate.