< Αποκαλυψις Ιωαννου 17 >
1 Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησε μετ᾿ ἐμοῦ, λέγων μοι, Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης, τῆς καθημένης ἐπὶ τῶν ὑδάτων τῶν πολλῶν·
拿着七个碗的七位天使中,有一位来跟我说:“来这儿,我要把那坐在众水旁边恶名淫妇要受的审判告诉你。
2 μεθ᾿ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς οἱ κατοικοῦντες τὴν γῆν.
地上的众王都曾与她行淫,住在地上的人也因喝她淫乱的酒而醉。”
3 Καὶ ἀπήνεγκέ με εἰς ἔρημον ἐν πνεύματι· καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, γέμον ὀνομάτων βλασφημίας, ἔχον κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα.
我在灵被天使带到荒野,看见一个妇人骑着鲜红色野兽,这野兽身上覆盖着亵渎的名字,有七头十角。
4 Καὶ ἡ γυνὴ ἡ περιβεβλημένη πορφύρᾳ καὶ κοκκίνῳ, καὶ κεχρυσωμένη χρυσῷ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα χρυσοῦν ποτήριον ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων καὶ ἀκαθάρτητος πορνείας αὐτῆς,
那妇人身穿紫色和朱红色衣服,佩戴金子、宝石和珍珠的珠宝,手里拿着金杯,盛满可憎的物品和她淫乱的污秽。
5 καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, Μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς.
她额上写着一个名号:“奥秘,大巴比伦,地上淫妇和可憎物之母。”
6 Καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων, καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα, ἰδὼν αὐτήν, θαῦμα μέγα.
我又看见那妇人喝圣徒的血,还喝下耶稣见证人的血,喝醉了。看到她,我感到彻头彻尾的惊奇。
7 Καὶ εἶπέ μοι ὁ ἄγγελος, Διὰ τί ἐθαύμασας; Ἐγώ σοι ἐρῶ τὸ μυστήριον τῆς γυναικός, καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα.
天使问我:“你为什么感到震惊?我要把这妇人的奥秘,以及她所骑七头十角兽的奥秘,都告诉你。
8 Θηρίον ὃ εἶδες, ἦν, καὶ οὐκ ἔστι, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ὑπάγειν. Καὶ θαυμάσονται οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται τὰ ὀνόματα ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, βλέποντες τὸ θηρίον ὅ, τι ἦν, καὶ οὐκ ἔστι, καίπερ ἔστιν. (Abyssos )
你看见的那个野兽,过去曾是从深渊上来,现在不是如此,但未来还将如此,然后就会走向灭亡。住在世上的人,凡是其名字在创世以来没有记在生命册上,在看见过去曾出现、现今不再出现、但将来还要出现的野兽,都会感到惊奇。 (Abyssos )
9 Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. Αἱ ἑπτὰ κεφαλαὶ ὄρη εἰσὶν ἑπτά, ὅπου ἡ γυνὴ κάθηται ἐπ᾿ αὐτῶν.
这里需要一个有理解力的头脑。七头就是那妇人所坐的七座小山,
10 Καὶ βασιλεῖς ἑπτά εἰσιν· οἱ πέντε ἔπεσαν, καὶ ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθε· καί, ὅταν ἔλθῃ, ὀλίγον αὐτὸν δεῖ μεῖναι.
也就是那七位王:五位已经倒下,一位还在,另一位还没有来到——这位即将到来的,统治也会很短。
11 Καὶ τὸ θηρίον ὃ ἦν, καὶ οὐκ ἔστι, καὶ αὐτὸς ὄγδοός ἐστι, καὶ ἐκ τῶν ἑπτά ἐστι, καὶ εἰς ἀπώλειαν ὑπάγει.
那曾经在、但如今不在的野兽,就是第八位王,是那七位中的一位,也会被彻底摧毁。
12 Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, δέκα βασιλεῖς εἰσίν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ᾿ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσι μετὰ τοῦ θηρίου.
你看见的那十角就是十个尚未开始统治的王。他们会获得与兽一起作为王统治的权力,持续一小时。
13 Οὗτοι μίαν γνώμην ἔχουσι, καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν ἑαυτῶν τῷ θηρίῳ διαδιδώσουσιν.
他们有着共同的目标:把自己的力量和权力交给那野兽。
14 Οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσι, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι Κύριος κυρίων ἐστὶ καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾿ αὐτοῦ, κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί.
他们要跟羊羔作战,羊羔一定会战胜他们,因为他是万主之主,万王之王。已呼叫和选择了他的追随者,他们相信他”
15 Καὶ λέγει μοι, Τὰ ὕδατα, ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσί, καὶ ἔθνη καὶ γλῶσσαι.
天使对我解释:“你所看见那淫妇坐着的水源,就是各种民族、人群、国家和方言的人。
16 Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, ἐπὶ τὸ θηρίον, οὗτοι μισήσουσι τὴν πόρνην, καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνήν, καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί.
你看见那十角和野兽会恨这淫妇,会对夺走她的一切,让她赤裸,又要吃她的肉,用火把她烧掉。
17 Ὁ γὰρ Θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι μίαν γνώμην, καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι τελεσθῇ τὰ ῥήματα τοῦ Θεοῦ.
因为上帝把他想要做的事放在他们的脑海里,有一个商定的目的:那就是把自己的国家献给野兽,让上帝的话变成现实。
18 Καὶ ἡ γυνή, ἣν εἶδες, ἐστὶν ἡ πόλις ἡ μεγάλη, ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.
你看见的那妇人,就是统治地上众王的那座伟大城市。”