< Κατα Ματθαιον 23 >

1 Τότε ὁ Ἰησοῦς ἐλάλησε τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ,
Τότε ο Ιησούς ελάλησε προς τους όχλους και προς τους μαθητάς αυτού,
2 λέγων, Ἐπὶ τῆς Μωσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι·
λέγων· Επί της καθέδρας του Μωϋσέως εκάθησαν οι γραμματείς και οι Φαρισαίοι.
3 πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν τηρεῖν, τηρεῖτε καὶ ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσι γὰρ καὶ οὐ ποιοῦσι.
Πάντα λοιπόν όσα αν είπωσι προς εσάς να φυλάττητε, φυλάττετε και πράττετε, κατά δε τα έργα αυτών μη πράττετε· επειδή λέγουσι και δεν πράττουσι.
4 Δεσμεύουσι γὰρ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, τῷ δὲ δακτύλῳ αὐτῶν οὐ θέλουσι κινῆσαι αὐτά.
Διότι δένουσι φορτία βαρέα και δυσβάστακτα και επιθέτουσιν επί τους ώμους των ανθρώπων, δεν θέλουσιν όμως ουδέ διά του δακτύλου αυτών να κινήσωσιν αυτά.
5 Πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσι πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι δὲ τὰ φυλακτήρια αὐτῶν, καὶ μεγαλύνουσι τὰ κράσπεδα τῶν ἱματίων αὐτῶν·
Πράττουσι δε πάντα τα έργα αυτών διά να βλέπωνται υπό των ανθρώπων. Και πλατύνουσι τα φυλακτήρια αυτών και μεγαλύνουσι τα κράσπεδα των ιματίων αυτών,
6 φιλοῦσί τε τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς,
και αγαπώσι τον πρώτον τόπον εν τοις δείπνοις και τας πρωτοκαθεδρίας εν ταις συναγωγαίς
7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, Ῥαββί, ῥαββί·
και τους ασπασμούς εν ταις αγοραίς και να ονομάζωνται υπό των ανθρώπων Ραββί, Ραββί·
8 ὑμεῖς δὲ μὴ κληθῆτε Ῥαββί· εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητής, ὁ Χριστός· πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
σεις όμως μη ονομασθήτε Ραββί· διότι εις είναι ο καθηγητής σας, ο Χριστός· πάντες δε σεις αδελφοί είσθε.
9 Καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς· εἷς γάρ ἐστιν ὁ πατὴρ ὑμῶν, ὁ ἐν τοῖς οὐρανοῖς.
Και πατέρα σας μη ονομάσητε επί της γής· διότι εις είναι ο Πατήρ σας, ο εν τοις ουρανοίς.
10 Μηδὲ κληθῆτε καθηγηταί· εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής, ὁ Χριστός.
Μηδέ ονομασθήτε καθηγηταί· διότι εις είναι ο καθηγητής σας, ο Χριστός.
11 Ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
Ο δε μεγαλήτερος από σας θέλει είσθαι υπηρέτης σας.
12 Ὅστις δὲ ὑψώσει ἑαυτόν, ταπεινωθήσεται· καὶ ὅστις ταπεινώσει ἑαυτόν, ὑψωθήσεται.
Όστις δε υψώση εαυτόν θέλει ταπεινωθή, και όστις ταπεινώση εαυτόν θέλει υψωθή.
13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
Αλλ' ουαί εις εσάς, γραμματείς και Φαρισαίοι, υποκριταί, διότι κατατρώγετε τας οικίας των χηρών και τούτο επί προφάσει ότι κάμνετε μακράς προσευχάς· διά τούτο θέλετε λάβει μεγαλητέραν καταδίκην.
14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα.
Ουαί εις εσάς, γραμματείς και Φαρισαίοι, υποκριταί, διότι κλείετε την βασιλείαν των ουρανών έμπροσθεν των ανθρώπων· επειδή σεις δεν εισέρχεσθε ουδέ τους εισερχομένους αφίνετε να εισέλθωσιν.
15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν. (Geenna g1067)
Ουαί εις εσάς, γραμματείς και Φαρισαίοι, υποκριταί, διότι περιέρχεσθε την θάλασσαν και την ξηράν διά να κάμητε ένα προσήλυτον, και όταν γείνη, κάμνετε αυτόν υιόν της γεέννης διπλότερον υμών. (Geenna g1067)
16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοί, οἱ λέγοντες, Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν· ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ, ὀφείλει.
Ουαί εις εσάς, οδηγοί τυφλοί, οι λέγοντες· Όστις ομόση εν τω ναώ είναι ουδέν, όστις όμως ομόση εν τω χρυσώ του ναού, υποχρεούται.
17 Μωροὶ καὶ τυφλοί· τίς γὰρ μείζων ἐστίν, ὁ χρυσός, ἢ ὁ ναὸς ὁ ἁγιάζων τὸν χρυσόν;
Μωροί και τυφλοί· διότι τις είναι μεγαλήτερος, ο χρυσός ή ο ναός ο αγιάζων τον χρυσόν;
18 Καί, Ὃς ἐὰν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν· ὃς δ᾿ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ, ὀφείλει.
Καί· Όστις ομόση εν τω θυσιαστηρίω, είναι ουδέν, όστις όμως ομόση εν τω δώρω τω επάνω αυτού, υποχρεούται.
19 Μωροὶ καὶ τυφλοί· τί γὰρ μεῖζον, τὸ δῶρον, ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
Μωροί και τυφλοί· διότι τι είναι μεγαλήτερον, το δώρον ή το θυσιαστήριον το αγιάζον το δώρον;
20 Ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ·
Ο ομόσας λοιπόν εν τω θυσιαστηρίω ομνύει εν αυτώ και εν πάσι τοις επάνω αυτού·
21 καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦντι αὐτόν·
και ο ομόσας εν τω ναώ ομνύει εν αυτώ και εν τω κατοικούντι αυτόν.
22 καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
Και ο ομόσας εν τω ουρανώ, ομνύει εν τω θρόνω του Θεού και εν τω καθημένω επάνω αυτού.
23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ τὸν ἔλεον καὶ τὴν πίστιν· ταῦτα ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφιέναι.
Ουαί εις εσάς, γραμματείς και Φαρισαίοι, υποκριταί, διότι αποδεκατίζετε το ηδύοσμον και το άνηθον και το κύμινον, και αφήκατε τα βαρύτερα του νόμου, την κρίσιν και τον έλεον και την πίστιν· ταύτα έπρεπε να πράττητε και εκείνα να μη αφίνητε.
24 Ὁδηγοὶ τυφλοί, οἱ διϋλίζοντες τὸν κώνωπα, τὴν δὲ κάμηλον καταπίνοντες.
Οδηγοί τυφλοί, οίτινες διυλίζετε τον κώνωπα, την δε κάμηλον καταπίνετε.
25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας.
Ουαί εις εσάς, γραμματείς και Φαρισαίοι, υποκριταί, διότι καθαρίζετε το έξωθεν του ποτηρίου και του πινακίου, έσωθεν όμως γέμουσιν εξ αρπαγής και ακρασίας.
26 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν.
Φαρισαίε τυφλέ, καθάρισον πρώτον το εντός του ποτηρίου και του πινακίου, διά να γείνη και το εκτός αυτών καθαρόν.
27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
Ουαί εις εσάς, γραμματείς και Φαρισαίοι υποκριταί, διότι ομοιάζετε με τάφους ασβεστωμένους, οίτινες έξωθεν μεν φαίνονται ωραίοι, έσωθεν όμως γέμουσιν οστέων νεκρών και πάσης ακαθαρσίας.
28 Οὕτω καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δὲ μεστοί ἐστε ὑποκρίσεως καὶ ἀνομίας.
Ούτω και σεις έξωθεν μεν φαίνεσθε εις τους ανθρώπους δίκαιοι, έσωθεν όμως είσθε πλήρεις υποκρίσεως και ανομίας.
29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων,
Ουαί εις εσάς, γραμματείς και Φαρισαίοι υποκριταί· διότι οικοδομείτε τους τάφους των προφητών και στολίζετε τα μνημεία των δικαίων,
30 καὶ λέγετε, Εἰ ἦμεν ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἦμεν κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.
και λέγετε· Εάν ήμεθα εν ταις ημέραις των πατέρων ημών, δεν ηθέλομεν είσθαι συγκοινωνοί αυτών εν τω αίματι των προφητών.
31 Ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας·
Ώστε μαρτυρείτε εις εαυτούς ότι είσθε υιοί των φονευσάντων τους προφήτας.
32 καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
Αναπληρώσατε και σεις το μέτρον των πατέρων σας.
33 Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; (Geenna g1067)
Όφεις, γεννήματα εχιδνών· πως θέλετε φύγει από της καταδίκης της γεέννης; (Geenna g1067)
34 Διὰ τοῦτο, ἰδού, ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· καὶ ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν·
Διά τούτο ιδού, εγώ αποστέλλω προς εσάς προφήτας και σοφούς και γραμματείς, και εξ αυτών θέλετε θανατώσει και σταυρώσει, και εξ αυτών θέλετε μαστιγώσει εν ταις συναγωγαίς σας και διώξει από πόλεως εις πόλιν,
35 ὅπως ἔλθῃ ἐφ᾿ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυνόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἄβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
διά να έλθη εφ' υμάς παν αίμα δίκαιον εκχυνόμενον επί της γης από του αίματος Άβελ του δικαίου έως του αίματος Ζαχαρίου υιού Βαραχίου, τον οποίον εφονεύσατε μεταξύ του ναού και του θυσιαστηρίου.
36 Ἀμὴν λέγω ὑμῖν, ἥξει ταῦτα πάντα ἐπὶ τὴν γενεὰν ταύτην.
Αληθώς σας λέγω, Πάντα ταύτα θέλουσιν ελθεί επί την γενεάν ταύτην.
37 Ἱερουσαλήμ, Ἱερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ἐπισυνάγει ὄρνις τὰ νοσσία ἑαυτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
Ιερουσαλήμ, Ιερουσαλήμ, η φονεύουσα τους προφήτας και λιθοβολούσα τους απεσταλμένους προς σέ· ποσάκις ηθέλησα να συνάξω τα τέκνα σου καθ' ον τρόπον συνάγει η όρνις τα ορνίθια εαυτής υπό τας πτέρυγας, και δεν ηθελήσατε.
38 Ἰδού, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.
Ιδού, αφίνεται εις εσάς ο οίκός σας έρημος.
39 Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπ᾿ ἄρτι ἕως ἂν εἴπητε, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Διότι σας λέγω, δεν θέλετε με ιδεί εις το εξής, εωσού είπητε, Ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

< Κατα Ματθαιον 23 >