< Κατα Ματθαιον 17 >
1 Καὶ μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν.
Mazuba a mana iyanza ni limwina chinga amana Jesu chahinda Pitorosi ni Jakobo, ni Joani mwa chakwe, mi caba ntwala he lundu li nyemukite abo bene.
2 Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.
Ca sanduka ha hasu bwabo. Vuluvi bwakwe cibwa sanduka ku benya sina izuba, zizwato zakwe cizasanduka sina iboni.
3 Καὶ ἰδού, ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας, μετ᾿ αὐτοῦ συλλαλοῦντες.
Mubone cikwa boneka Mushe ni Eliia niba wambola naye.
4 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ, Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ μίαν Ἠλίᾳ.
Pitorosi ce taba, kwa Jesu. “Simwine, kambe kuwolekaa. Nitwe kala ha hanu halotu kuhitiliza. Haiba usaka, linu ime nina zaka zitomba zo tatwe chimwi cibe cako, chimwi ca Mushe, ni chimwi ca Eliia.”
5 Ἔτι αὐτοῦ λαλοῦντος, ἰδού, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς· καὶ ἰδού, φωνὴ ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε.
Ha ba kwete kusi wamba, hamulole, muzunde we kope licena ciweza kuba wumba cikwa zwa izwi libali kuzwila mwikope ci, lyati. “Uzu nji Mwanangu inisuni kuhitiliza, ini kantwa, Mu muzuwe.”
6 Καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα.
Balutwana bazuwa, ciba suha nikuwa ca bulubi.
7 Καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν, Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.
Linu Jesu ceza ni kuba kwata cati, “Mubuke musiye kutiya.”
8 Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον, εἰ μὴ τὸν Ἰησοῦν μόνον.
Linu ci ba buka kono kena baba boni mutu konji Jesu yeke.
9 Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς, λέγων, Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
Haba suka hasi kuzwa he lundu, Jesu caba laya “kuti kanji ba wambili mutu mane nanga yeke ziba bona konji Mwana Muntu caka buka kuva fwile.”
10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;
Balutwana ciba buza “cizi bañoli havati kuti Eliia eze lwe tazi?”
11 Ὁ δὲ Ἰησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς, Ἠλίας μὲν ἔρχεται πρῶτον, καὶ ἀποκαταστήσει πάντα·
Jesu cetava niku wamba kuti, kuwamba vuniti, “Elia mweze za boze zintu muzi be kalile.
12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν.
Kono nimi ta kuti, Elia ca vezite kale, kono kana vava mwizivi civa panga zose zivava kusaka. Mwi zila iswana, Mwana Muntu mwa nyandiswe mu mayaza avo”.
13 Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
Valutwana vakwe civa lemuha kuti uwamba Joani yo koloveza.
14 Καὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτῷ
Cinga vasika hakunganine batu, muntu ceza kwali, ca fukama havusu vwakwe, naco kuti,
15 καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς πάσχει· πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ.
“Simwine, fwile mwanangu inse, ulwala vutuku vwa kuzuminina unyanda maswe. Hamwi uwilinga mu mulilo kapa mu mezi.
16 Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.
Niva muletete kuva lutwana vako, niva kangwa ku muhoza.”
17 Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι μεθ᾿ ὑμῶν; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε.
Jesu cetava cati, “Murahi usa zumini utenda zi fosahele, Kani kale nanwe inako ikumahi? Mulete kunu kwangu.”
18 Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπ᾿ αὐτοῦ τὸ δαιμόνιον, καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
Jesu cakalimela luhuho lubilala. Muhwile cahola mwi nako yeyo.
19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾿ ἰδίαν εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
Balutwana ba Jesu chiveza kaku liwungula ku vamwi niku vuza, “cizi hatwa kangwa ku zwisa luhuho luvilala?”
20 Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Διὰ τὴν ἀπιστίαν ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
Jesu ca wamba kuvali, “kakuli mwina itumelo inini. Ni mi wambila vuniti vwizwile, hamuva nitumelo sina itanga yamasitete, muwola kuwambila ilundu, “zwaho uyende kuna,” muliyende ka kwina cense cili kanise.
21 Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.
Kono ulu luhuho lubilala kalu zwi feela haisi ca kulapela wa kuli nyima zilyo.”
22 Ἀναστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ Ἰησοῦς, Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων,
Niva sina mwa Galilea, Jesu ca wambila va lutwana vakwe, “Mwana muntu mwa tambikwe muma yaza abatu.
23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. Καὶ ἐλυπήθησαν σφόδρα.
Mi muva mwi haye, mi mwi zuba lyabutatu mwa vuswe kuba fwile.” Mi ikulo zaba lutwana vakwe ciza coka luli.
24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καπερναούμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον, Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;
Chinga vasikna mwa Kapenauma, mukwame yo bona zamutelo nicha buza Pitorosi mane muruti wenu mane ulihanga mutelo?
25 Λέγει, Ναί. Καὶ ὅτε εἰσῆλθεν εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ Ἰησοῦς, λέγων, Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσι τέλη ἢ κῆνσον; Ἀπὸ τῶν υἱῶν αὐτῶν, ἢ ἀπὸ τῶν ἀλλοτρίων;
Chati, “Eni” ulihanga. Kono Pitorosi cha yenda muzubo, Jesu cha wamba lwetanzi, “iwe uhupula vule Simoni? Masimwine be kanda va tambula mitelo izwa kubani? Kubazwa kule kamba kubatu bave kala navo?”
26 Λέγει αὐτῷ ὁ Πέτρος, Ἀπὸ τῶν ἀλλοτρίων. Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
Pitorosi chinge taba kuti, kubatu “bazwakule,” Jesu cha mucho kuti “batu be chinsi kaba zumininwe kuliha mutelo.
27 Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς τὴν θάλασσαν βάλε ἄγκιστρον, καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον· καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
Kanji tuleteli yo lola zamitelo chivi, Yende kwi wate, kasohele kashuto kako mu mezi, Hinde iswi ye tazi wi yalule mulomo wayo mowane isheleni, uka itambike yobona zamitelo muchisa changu ni chako.”