< Προς Γαλατας 6 >
1 Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς.
Brethren, if a man be suddenly taken in any offence, ye which are spirituall, restore such one with the spirit of meekenes, considering thy selfe, least thou also be tempted.
2 Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.
Beare ye one anothers burden, and so fulfill the Lawe of Christ.
3 Εἰ γὰρ δοκεῖ τις εἶναί τι, μηδὲν ὤν, ἑαυτὸν φρεναπατᾷ·
For if any man seeme to himselfe, that he is somewhat, when he is nothing, hee deceiueth himselfe in his imagination.
4 τὸ δὲ ἔργον ἑαυτοῦ δοκιμαζέτω ἕκαστος, καὶ τότε εἰς ἑαυτὸν μόνον τὸ καύχημα ἕξει, καὶ οὐκ εἰς τὸν ἕτερον.
But let euery man prooue his owne worke: and then shall he haue reioycing in himselfe onely and not in another.
5 Ἕκαστος γὰρ τὸ ἴδιον φορτίον βαστάσει.
For euery man shall beare his owne burden.
6 Κοινωνείτω δὲ ὁ κατηχούμενος τὸν λόγον τῷ κατηχοῦντι ἐν πᾶσιν ἀγαθοῖς.
Let him that is taught in the worde, make him that hath taught him, partaker of all his goods.
7 Μὴ πλανᾶσθε, Θεὸς οὐ μυκτηρίζεται· ὃ γὰρ ἐὰν σπείρῃ ἄνθρωπος, τοῦτο καὶ θερίσει.
Be not deceiued: God is not mocked: for whatsoeuer a man soweth, that shall hee also reape.
8 Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον. (aiōnios )
For hee that soweth to his flesh, shall of the flesh reape corruption: but hee that soweth to the spirit, shall of the spirit reape life euerlasting. (aiōnios )
9 Τὸ δὲ καλὸν ποιοῦντες μὴ ἐκκακῶμεν· καιρῷ γὰρ ἰδίῳ θερίσομεν, μὴ ἐκλυόμενοι.
Let vs not therefore be weary of well doing: for in due season we shall reape, if we faint not.
10 Ἄρα οὖν ὡς καιρὸν ἔχομεν, ἐργαζώμεθα τὸ ἀγαθὸν πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως.
While we haue therefore time, let vs doe good vnto all men, but specially vnto them, which are of the housholde of faith.
11 Ἴδετε πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί.
Ye see how large a letter I haue written vnto you with mine owne hand.
12 Ὅσοι θέλουσιν εὐπροσωπῆσαι ἐν σαρκί, οὗτοι ἀναγκάζουσιν ὑμᾶς περιτέμνεσθαι, μόνον ἵνα μὴ τῷ σταυρῷ τοῦ Χριστοῦ διώκωνται.
As many as desire to make a faire shewe in the flesh, they constraine you to be circumcised, onely because they would not suffer persecution for the crosse of Christ.
13 Οὐδὲ γὰρ οἱ περιτεμνόμενοι αὐτοὶ νόμον φυλάσσουσιν, ἀλλὰ θέλουσιν ὑμᾶς περιτέμνεσθαι, ἵνα ἐν τῇ ὑμετέρᾳ σαρκὶ καυχήσωνται.
For they themselues which are circumcised keepe not the law, but desire to haue you circumcised, that they might reioyce in your flesh.
14 Ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· δι᾿ οὗ ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ.
But God forbid that I should reioyce, but in ye crosse of our Lord Iesus Christ, whereby the world is crucified vnto me, and I vnto ye world.
15 Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις.
For in Christ Iesus neither circumcision auaileth any thing, nor vncircumcision, but a newe creature.
16 Καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχήσουσιν, εἰρήνη ἐπ᾿ αὐτούς, καὶ ἔλεος, καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ Θεοῦ.
And as many as walke according to this rule, peace shalbe vpon them, and mercie, and vpon the Israel of God.
17 Τοῦ λοιποῦ, κόπους μοι μηδεὶς παρεχέτω· ἐγὼ γὰρ τὰ στίγματα τοῦ Κυρίου Ἰησοῦ ἐν τῷ σώματί μου βαστάζω.
From henceforth let no man put me to busines: for I beare in my body the markes of the Lord Iesus.
18 Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ὑμῶν, ἀδελφοί. Ἀμήν. Πρὸς Γαλάτας ἐγράφη ἀπὸ Ῥώμης.
Brethren, the grace of our Lord Iesus Christ be with your spirit, Amen. ‘Vnto the Galatians written from Rome.’