< Προς Κολοσσαεις 4 >

1 Οἱ κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχεσθε, εἰδότες ὅτι καὶ ὑμεῖς ἔχετε Κύριον ἐν οὐρανοῖς.
作主人的,要以正義公平對待奴僕,因為該知道,你們在天上也有一位主子。
2 Τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ·
你們要恆心祈禱,在祈禱中要醒寤,要感恩;
3 προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι᾿ ὃ καὶ δέδεμαι·
同時,也要為我們祈禱,求天主給我們大開傳之門,好叫我能以宣講基督的奧秘──我就就是為此帶上了鎖鏈──
4 ἵνα φανερώσω αὐτό, ὡς δεῖ με λαλῆσαι.
好叫我能照我該說的,把這奧秘傳揚出去。
5 Ἐν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι.
與外人來往要有智慧,要把握時機。
6 Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι.
你們的言談常要溫和,像調上了鹽;要知道如何答覆每個人。
7 Τὰ κατ᾿ ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικός, ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ·
關於我的一切,有我們親愛的弟兄,忠信的服務者及在主內的同僕提希苛,告訴你們。
8 ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν·
我打發他到你們那裏去,就是為把我們的事報告給你們,並為安慰你們的心。
9 σὺν Ὀνησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὅς ἐστιν ἐξ ὑμῶν. Πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε.
和他同去的,還有忠信親愛的弟兄敖乃息摩,他原是你們的同鄉;他們會把這裡的一切事報告給你們。
10 Ἀσπάζεται ὑμᾶς Ἀρίσταρχος ὁ συναιχμάλωτός μου, καὶ Μάρκος ὁ ἀνεψιὸς Βαρνάβᾳ, περὶ οὗ ἐλάβετε ἐντολάς — ἐὰν ἔλθῃ πρὸς ὑμᾶς, δέξασθε αὐτόν·
我的囚伴阿黎斯塔苛問候你們,巴爾納伯的表弟馬爾谷也問候你們──關於他,你們已獲得了指示;如果他到了你們那裏,你們要接待他──
11 καὶ Ἰησοῦς ὁ λεγόμενος Ἰοῦστος, οἱ ὄντες ἐκ περιτομῆς· οὗτοι μόνοι συνεργοὶ εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἵτινες ἐγενήθησάν μοι παρηγορία.
還有號稱猶斯托的耶穌,也問候你們;受割損的人中,只有這些人對天主的國是合作的人,他們這樣的人才是我的安慰。
12 Ἀσπάζεται ὑμᾶς Ἐπαφρᾶς ὁ ἐξ ὑμῶν, δοῦλος Χριστοῦ, πάντοτε ἀγωνιζόμενος ὑπὲρ ὑμῶν ἐν ταῖς προσευχαῖς, ἵνα στῆτε τέλειοι καὶ πεπληρωμένοι ἐν παντὶ θελήματι τοῦ Θεοῦ.
你們的同鄉,基督耶穌的奴僕厄帕夫辣問候你們,他在祈禱中常為你們苦求,為使你們能堅定不移,在天主所意的一切事上,作成全兼誠服的人。
13 Μαρτυρῶ γὰρ αὐτῷ ὅτι ἔχει ζῆλον πολὺν ὑπὲρ ὑμῶν καὶ τῶν ἐν Λαοδικείᾳ καὶ τῶν ἐν Ἱεραπόλει.
我實在能給他作證:他為你們和在勞狄刻雅及耶頗里的人受了許多辛苦。
14 Ἀσπάζεται ὑμᾶς Λουκᾶς ὁ ἰατρὸς ὁ ἀγαπητός, καὶ Δημᾶς.
親愛的醫生路加和德瑪問候你們。
15 Ἀσπάσασθε τοὺς ἐν Λαοδικείᾳ ἀδελφούς, καὶ Νυμφᾶν, καὶ τὴν κατ᾿ οἶκον αὐτοῦ ἐκκλησίαν.
請你們問候勞狄刻雅的弟兄,也問候寧法和她的家裏的教會。
16 Καὶ ὅταν ἀναγνωσθῇ παρ᾿ ὑμῖν ἡ ἐπιστολή, ποιήσατε ἵνα καὶ ἐν τῇ Λαοδικέων ἐκκλησίᾳ ἀναγνωσθῇ, καὶ τὴν ἐκ Λαοδικείας ἵνα καὶ ὑμεῖς ἀναγνῶτε.
幾時你們宣讀了這封信,務要使封信,也在勞狄刻雅人的教會內宣讀;至於由勞狄刻雅轉來的信,你們也要宣讀。
17 Καὶ εἴπατε Ἀρχίππῳ, Βλέπε τὴν διακονίαν ἣν παρέλαβες ἐν Κυρίῳ, ἵνα αὐτὴν πληροῖς.
你們告訴阿爾希頗:「要留心你在主內所接受的職分,務要善盡此識!」
18 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου. Μνημονεύετέ μου τῶν δεσμῶν. Ἡ χάρις μεθ᾿ ὑμῶν. Ἀμήν.
我保祿親筆問候;你們要念及我的鎖鏈!願恩寵與你們同在!

< Προς Κολοσσαεις 4 >