< Προς Τιμοθεον Β΄ 1 >

1 Παῦλος, ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ᾿ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ,
Paul an Apostle of Iesus Christ, by the will of God, according to the promise of life which is in Christ Iesus,
2 Τιμοθέῳ ἀγαπητῷ τέκνῳ· χάρις, ἔλεος, εἰρήνη ἀπὸ Θεοῦ πατρὸς καὶ Χριστοῦ Ἰησοῦ τοῦ Κυρίου ἡμῶν.
To Timotheus my beloued sonne: Grace, mercie and peace from God the Father, and from Iesus Christ our Lord.
3 Χάριν ἔχω τῷ Θεῷ, ᾧ λατρεύω ἀπὸ προγόνων ἐν καθαρᾷ συνειδήσει, ὡς ἀδιάλειπτον ἔχω τὴν περὶ σοῦ μνείαν ἐν ταῖς δεήσεσί μου νυκτὸς καὶ ἡμέρας,
I thanke God, whom I serue from mine elders with pure conscience, that without ceasing I haue remembrance of thee in my praiers night and day,
4 ἐπιποθῶν σε ἰδεῖν, μεμνημένος σου τῶν δακρύων, ἵνα χαρᾶς πληρωθῶ,
Desiring to see thee, mindefull of thy teares, that I may be filled with ioy:
5 ὑπόμνησιν λαμβάνων τῆς ἐν σοὶ ἀνυποκρίτου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι καὶ τῇ μητρί σου Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί.
When I call to remembrance the vnfained faith that is in thee, which dwelt first in thy grandmother Lois, and in thy mother Eunice, and am assured that it dwelleth in thee also.
6 Δι᾿ ἣν αἰτίαν ἀναμιμνῄσκω σε ἀναζωπυρεῖν τὸ χάρισμα τοῦ Θεοῦ, ὅ ἐστιν ἐν σοὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν μου.
Wherefore, I put thee in remembrance that thou stirre vp the gift of God which is in thee, by the putting on of mine hands.
7 Οὐ γὰρ ἔδωκεν ἡμῖν ὁ Θεὸς πνεῦμα δειλίας, ἀλλὰ δυνάμεως καὶ ἀγάπης καὶ σωφρονισμοῦ.
For God hath not giuen to vs the Spirite of feare, but of power, and of loue, and of a sound minde.
8 Μὴ οὖν ἐπαισχυνθῇς τὸ μαρτύριον τοῦ Κυρίου ἡμῶν, μηδὲ ἐμὲ τὸν δέσμιον αὐτοῦ· ἀλλὰ συγκακοπάθησον τῷ εὐαγγελίῳ κατὰ δύναμιν Θεοῦ,
Be not therefore ashamed of the testimonie of our Lord, neither of me his prisoner: but be partaker of the afflictions of the Gospel, according to the power of God,
9 τοῦ σώσαντος ἡμᾶς καὶ καλέσαντος κλήσει ἁγίᾳ, οὐ κατὰ τὰ ἔργα ἡμῶν, ἀλλὰ κατ᾿ ἰδίαν πρόθεσιν καὶ χάριν τὴν δοθεῖσαν ἡμῖν ἐν Χριστῷ Ἰησοῦ πρὸ χρόνων αἰωνίων, (aiōnios g166)
Who hath saued vs, and called vs with an holy calling, not according to our workes, but according to his owne purpose and grace, which was giuen to vs through Christ Iesus before the world was, (aiōnios g166)
10 φανερωθεῖσαν δὲ νῦν διὰ τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, καταργήσαντος μὲν τὸν θάνατον, φωτίσαντος δὲ ζωὴν καὶ ἀφθαρσίαν διὰ τοῦ εὐαγγελίου,
But is nowe made manifest by that appearing of our Sauiour Iesus Christ, who hath abolished death, and hath brought life and immortalitie vnto light through the Gospel.
11 εἰς ὃ ἐτέθην ἐγὼ κῆρυξ καὶ ἀπόστολος καὶ διδάσκαλος ἐθνῶν.
Whereunto I am appointed a preacher, and Apostle, and a teacher of the Gentiles.
12 Δι᾿ ἣν αἰτίαν καὶ ταῦτα πάσχω, ἀλλ᾿ οὐκ ἐπαισχύνομαι· οἶδα γὰρ ᾧ πεπίστευκα, καὶ πέπεισμαι ὅτι δυνατός ἐστι τὴν παραθήκην μου φυλάξαι εἰς ἐκείνην τὴν ἡμέραν.
For the which cause I also suffer these things, but I am not ashamed: for I knowe whom I haue beleeued, and I am persuaded that he is able to keepe that which I haue committed to him against that day.
13 Ὑποτύπωσιν ἔχε ὑγιαινόντων λόγων ὧν παρ᾿ ἐμοῦ ἤκουσας, ἐν πίστει καὶ ἀγάπῃ τῇ ἐν Χριστῷ Ἰησοῦ.
Keepe the true paterne of the wholesome wordes, which thou hast heard of me in faith and loue which is in Christ Iesus.
14 Τὴν καλὴν παρακαταθήκην φύλαξον διὰ πνεύματος ἁγίου τοῦ ἐνοικοῦντος ἐν ἡμῖν.
That worthie thing, which was committed to thee, keepe through the holy Ghost, which dwelleth in vs.
15 Οἶδας τοῦτο, ὅτι ἀπεστράφησάν με πάντες οἱ ἐν τῇ Ἀσίᾳ, ὧν ἐστὶ Φύγελλος καὶ Ἑρμογένης.
This thou knowest, that all they which are in Asia, be turned from me: of which sort are Phygellus and Hermogenes.
16 Δῴη ἔλεος ὁ Κύριος τῷ Ὀνησιφόρου οἴκῳ· ὅτι πολλάκις με ἀνέψυξε, καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη,
The Lord giue mercie vnto the house of Onesiphorus: for he oft refreshed me, and was not ashamed of my chaine,
17 ἀλλὰ γενόμενος ἐν Ῥώμῃ, σπουδαιότερον ἐζήτησέ με καὶ εὗρε —
But when he was at Rome, he sought me out very diligently, and found me.
18 δῴη αὐτῷ ὁ Κύριος εὑρεῖν ἔλεος παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ — καὶ ὅσα ἐν Ἐφέσῳ διηκόνησε, βέλτιον σὺ γινώσκεις.
The Lord graunt vnto him, that he may finde mercie with the Lord at that day, and in how many things he hath ministred vnto me at Ephesus, thou knowest very well.

< Προς Τιμοθεον Β΄ 1 >