< Προς Τιμοθεον Α΄ 4 >

1 Τὸ δὲ πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων,
Linu Luhuho luwamba cha kujoloza kuti chenako za kuvusu vantu vamwi kavasiye intumelo mi vawonderele kwi huho ichenga ni kuntuto za madimona,
2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν,
cha kuliha kwamapa. Mihupulo yavo vene ka hiswe chensipi ihisa.
3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
Ka vakanise kusesa ni kutambula zilyo za vavumbi Ireeza za kuliyavela cho kulitumela mukati kavo vazumine ni bezi initi.
4 Ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον, μετὰ εὐχαριστίας λαμβανόμενον·
Linu zintu zonse zibavumbwa kwa Ireeza zilotu. Kakwina chetuhinda chempo ya kulitumela chiolwa kukanwa.
5 ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.
Chakuti i vajolozwa chenzwi lya Ireeza ni tapelo.
6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας.
Haiva no vika izo zintu havusu bwa vakwako, kove u muhikana molutu wa Jesu Kelesite. Chakuti u vabalelwe camanzwi etumelo ni ntuto zilutu zove chilili.
7 Τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. Γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν·
Kono ukanine matangu efasi asakwa ku vachembele. Nihakuvabulyo, u lirute umwine chavulapeli.
8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
Chakuti ituto ya muvili yina intuso inini, kono intapelo ina intuso muzintu zonse. Ikwete isepiso ya buhalo bwalyahanu ni buhalo buchikezite.
9 Πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος.
Vulumiwa ubu busepahala mi buswanela kuamuhelwa kwizwile.
10 Εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
Chakuti nji chona echo hatu yanda ni kuseveza a hahulu. Chakuti twina isepo kwe Ireeza yo hala, i ye yali muhazi wa vantu vonse, kono sihulu avo vazumine.
11 Παράγγελλε ταῦτα καὶ δίδασκε.
Wambe mi ulute izi zintu.
12 Μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ.
Kanji kuvi ni muntu yo kushuvula chabuhwire bwako. Chobulyo, u ve umutala kwavo vazumine, cha kuwamba, cha kulionda, che laato, che kusepahala ni cha kujolola.
13 Ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.
Konzi Ha chinasika, u ve kuzakubala, ni ku kususuweza, ni ku kuluta.
14 Μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
Kanji u keshevisi impo i na kwako, i vahewa kwako cha bapolofit, chakubikwa mayanza e kopano ya bakulwana venkeleke.
15 Ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν.
U tokomele zintu zi. Ube muzili, chakuti izwelopili yako i lemuhiwe chavantu bonse.
16 Ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ. Ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.
U he itokomelo inkando kwako umwine ni kukuluta. U zwilehabusu muzintu zi. Linu chakuchita bulyo, kolihaze u mwine mane bulyo nabo batekete kwako.

< Προς Τιμοθεον Α΄ 4 >