< Προς Κορινθιους Α΄ 16 >

1 Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε.
Now concerning the collection for the saints, as I gave order to the churches of Galatia, so also do ye.
2 Κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν παρ᾿ ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι ἂν εὐοδῶται, ἵνα μή, ὅταν ἔλθω, τότε λογίαι γίνωνται.
Upon the first day of the week let each one of you lay by him in store, as he may prosper, that no collections be made when I come.
3 Ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε δι᾿ ἐπιστολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἱερουσαλήμ·
And when I arrive, whomsoever ye shall approve by letters, them will I send to carry your bounty unto Jerusalem:
4 ἐὰν δὲ ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
and if it be meet for me to go also, they shall go with me.
5 Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς, ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι·
But I will come unto you, when I shall have passed through Macedonia; for I do pass through Macedonia;
6 πρὸς ὑμᾶς δὲ τυχὸν παραμενῶ, ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
but with you it may be that I shall abide, or even winter, that ye may set me forward on my journey whithersoever I go.
7 Οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω δὲ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέπῃ.
For I do not wish to see you now by the way; for I hope to tarry a while with you, if the Lord permit.
8 Ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς·
But I will tarry at Ephesus until Pentecost;
9 θύρα γάρ μοι ἀνέῳγε μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
for a great door and effectual is opened unto me, and there are many adversaries.
10 Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς καὶ ἐγώ.
Now if Timothy come, see that he be with you without fear; for he worketh the work of the Lord, as I also do:
11 Μή τις οὖν αὐτὸν ἐξουθενήσῃ· προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
let no man therefore despise him. But set him forward on his journey in peace, that he may come unto me: for I expect him with the brethren.
12 Περὶ δὲ Ἀπολλὼ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
But as touching Apollos the brother, I besought him much to come unto you with the brethren: and it was not at all [his] will to come now; but he will come when he shall have opportunity.
13 Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
Watch ye, stand fast in the faith, quit you like men, be strong.
14 Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
Let all that ye do be done in love.
15 Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί — οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς —
Now I beseech you, brethren (ye know the house of Stephanas, that it is the firstfruits of Achaia, and that they have set themselves to minister unto the saints),
16 ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις, καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
that ye also be in subjection unto such, and to every one that helpeth in the work and laboureth.
17 Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φουρτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα οὗτοι ἀνεπλήρωσαν.
And I rejoice at the coming of Stephanas and Fortunatus and Achaicus: for that which was lacking on your part they supplied.
18 Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν· ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
For they refreshed my spirit and yours: acknowledge ye therefore them that are such.
19 Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας· ἀσπάζονται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκιλλα, σὺν τῇ κατ᾿ οἶκον αὐτῶν ἐκκλησίᾳ.
The churches of Asia salute you. Aquila and Prisca salute you much in the Lord, with the church that is in their house.
20 Ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
All the brethren salute you. Salute one another with a holy kiss.
21 Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
The salutation of me Paul with mine own hand.
22 Εἴ τις οὐ φιλεῖ τὸν Κύριον Ἰησοῦν Χριστόν, ἤτω ἀνάθεμα. Μαρὰν ἀθά.
If any man loveth not the Lord, let him be anathema. Maranatha.
23 Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μεθ᾿ ὑμῶν.
The grace of the Lord Jesus Christ be with you.
24 Ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν. Πρὸς Κορινθίους πρώτη ἐγράφη ἀπὸ Φιλίππων διὰ Στεφανᾶ καὶ Φουρουνάτου καὶ Ἀχαϊκοῦ καὶ Τιμοθέου.
My love be with you all in Christ Jesus. Amen.

< Προς Κορινθιους Α΄ 16 >