< Προς Κορινθιους Α΄ 10 >

1 Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον,
ཧེ བྷྲཱཏརཿ, ཨསྨཏྤིཏྲྀཔུརུཥཱནདྷི ཡཱུཡཾ ཡདཛྙཱཏཱ ན ཏིཥྛཏེཏི མམ ཝཱཉྪཱ, ཏེ སཪྻྭེ མེགྷཱདྷཿསྠིཏཱ བབྷཱུཝུཿ སཪྻྭེ སམུདྲམདྷྱེན ཝཝྲཛུཿ,
2 καὶ πάντες εἰς τὸν Μωσῆν ἐβαπτίσαντο ἐν τῇ νεφέλῃ καὶ ἐν τῇ θαλάσσῃ,
སཪྻྭེ མཱུསཱམུདྡིཤྱ མེགྷསམུདྲཡོ རྨཛྫིཏཱ བབྷཱུཝུཿ
3 καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον,
སཪྻྭ ཨེཀམ྄ ཨཱཏྨིཀཾ བྷཀྵྱཾ བུབྷུཛིར ཨེཀམ྄ ཨཱཏྨིཀཾ པེཡཾ པཔུཤྩ
4 καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον· ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός.
ཡཏསྟེ྅ནུཙརཏ ཨཱཏྨིཀཱད྄ ཨཙལཱཏ྄ ལབྡྷཾ ཏོཡཾ པཔུཿ སོ྅ཙལཿ ཁྲཱིཥྚཨེཝ།
5 Ἀλλ᾿ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ.
ཏཐཱ སཏྱཔི ཏེཥཱཾ མདྷྱེ྅དྷིཀེཥུ ལོཀེཥྭཱིཤྭརོ ན སནྟུཏོཥེཏི ཧེཏོསྟེ པྲནྟརེ ནིཔཱཏིཏཱཿ།
6 Ταῦτα δὲ τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν.
ཨེཏསྨིན྄ ཏེ ྅སྨཱཀཾ ནིདརྴནསྭརཱུཔཱ བབྷཱུཝུཿ; ཨཏསྟེ ཡཐཱ ཀུཏྶིཏཱབྷིལཱཥིཎོ བབྷཱུཝུརསྨཱབྷིསྟཐཱ ཀུཏྶིཏཱབྷིལཱཥིབྷི རྣ བྷཝིཏཝྱཾ།
7 Μηδὲ εἰδωλολάτραι γίνεσθε, καθώς τινες αὐτῶν· ὡς γέγραπται, Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν.
ལིཁིཏམཱསྟེ, ལོཀཱ བྷོཀྟུཾ པཱཏུཉྩོཔཝིཝིཤུསྟཏཿ ཀྲཱིཌིཏུམུཏྠིཏཱ ཨིཏཡནེན པྲཀཱརེཎ ཏེཥཱཾ ཀཻཤྩིད྄ ཡདྭད྄ དེཝཔཱུཛཱ ཀྲྀཏཱ ཡུཥྨཱབྷིསྟདྭཏ྄ ན ཀྲིཡཏཱཾ།
8 Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ εἴκοσι τρεῖς χιλιάδες.
ཨཔརཾ ཏེཥཱཾ ཀཻཤྩིད྄ ཡདྭད྄ ཝྱབྷིཙཱརཿ ཀྲྀཏསྟེན ཙཻཀསྨིན྄ དིནེ ཏྲཡོཝིཾཤཏིསཧསྲཱཎི ལོཀཱ ནིཔཱཏིཏཱསྟདྭད྄ ཨསྨཱབྷི ཪྻྱབྷིཙཱརོ ན ཀརྟྟཝྱཿ།
9 Μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν, καθὼς καί τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο.
ཏེཥཱཾ ཀེཙིད྄ ཡདྭཏ྄ ཁྲཱིཥྚཾ པརཱིཀྵིཏཝནྟསྟསྨཱད྄ བྷུཛངྒཻ རྣཥྚཱཤྩ ཏདྭད྄ ཨསྨཱབྷིཿ ཁྲཱིཥྚོ ན པརཱིཀྵིཏཝྱཿ།
10 Μηδὲ γογγύζετε, καθὼς καί τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
ཏེཥཱཾ ཀེཙིད྄ ཡཐཱ ཝཱཀྐལཧཾ ཀྲྀཏཝནྟསྟཏྐཱརཎཱཏ྄ ཧནྟྲཱ ཝིནཱཤིཏཱཤྩ ཡུཥྨཱབྷིསྟདྭད྄ ཝཱཀྐལཧོ ན ཀྲིཡཏཱཾ།
11 Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν. (aiōn g165)
ཏཱན྄ པྲཏི ཡཱནྱེཏཱནི ཛགྷཊིརེ ཏཱནྱསྨཱཀཾ ནིདརྴནཱནི ཛགཏཿ ཤེཥཡུགེ ཝརྟྟམཱནཱནཱམ྄ ཨསྨཱཀཾ ཤིཀྵཱརྠཾ ལིཁིཏཱནི ཙ བབྷཱུཝུཿ། (aiōn g165)
12 Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ.
ཨཏཨེཝ ཡཿ ཀཤྩིད྄ སུསྠིརཾམནྱཿ ས ཡནྣ པཏེཏ྄ ཏཏྲ སཱཝདྷཱནོ བྷཝཏུ།
13 Πειρασμὸς ὑμᾶς οὐκ εἴληφεν εἰ μὴ ἀνθρώπινος· πιστὸς δὲ ὁ Θεός, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν.
མཱནུཥིཀཔརཱིཀྵཱཏིརིཀྟཱ ཀཱཔི པརཱིཀྵཱ ཡུཥྨཱན྄ ནཱཀྲཱམཏ྄, ཨཱིཤྭརཤྩ ཝིཤྭཱསྱཿ སོ྅ཏིཤཀྟྱཱཾ པརཱིཀྵཱཡཱཾ པཏནཱཏ྄ ཡུཥྨཱན྄ རཀྵིཥྱཏི, པརཱིཀྵཱ ཙ ཡད྄ ཡུཥྨཱབྷིཿ སོཌྷུཾ ཤཀྱཏེ ཏདརྠཾ ཏཡཱ སཧ ནིསྟཱརསྱ པནྠཱནཾ ནིརཱུཔཡིཥྱཏི།
14 Διόπερ, ἀγαπητοί μου, φεύγετε ἀπὸ τῆς εἰδωλολατρείας.
ཧེ པྲིཡབྷྲཱཏརཿ, དེཝཔཱུཛཱཏོ དཱུརམ྄ ཨཔསརཏ།
15 Ὡς φρονίμοις λέγω, κρίνατε ὑμεῖς ὅ φημι.
ཨཧཾ ཡུཥྨཱན྄ ཝིཛྙཱན྄ མཏྭཱ པྲབྷཱཥེ མཡཱ ཡཏ྄ ཀཐྱཏེ ཏད྄ ཡུཥྨཱབྷི ཪྻིཝིཙྱཏཱཾ།
16 Τὸ ποτήριον τῆς εὐλογίας ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστί; Τὸν ἄρτον ὃν κλῶμεν, οὐχὶ κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστίν;
ཡད྄ དྷནྱཝཱདཔཱཏྲམ྄ ཨསྨཱབྷི རྡྷནྱཾ གདྱཏེ ཏཏ྄ ཀིཾ ཁྲཱིཥྚསྱ ཤོཎིཏསྱ སཧབྷཱགིཏྭཾ ནཧི? ཡཤྩ པཱུཔོ྅སྨཱབྷི རྦྷཛྱཏེ ས ཀིཾ ཁྲཱིཥྚསྱ ཝཔུཥཿ སཧབྷཱགིཏྭཾ ནཧི?
17 Ὅτι εἷς ἄρτος, ἓν σῶμα, οἱ πολλοί ἐσμεν· οἱ γὰρ πάντες ἐκ τοῦ ἑνὸς ἄρτου μετέχομεν.
ཝཡཾ བཧཝཿ སནྟོ྅པྱེཀཔཱུཔསྭརཱུཔཱ ཨེཀཝཔུཿསྭརཱུཔཱཤྩ བྷཝཱམཿ, ཡཏོ ཝཡཾ སཪྻྭ ཨེཀཔཱུཔསྱ སཧབྷཱགིནཿ།
18 Βλέπετε τὸν Ἰσραὴλ κατὰ σάρκα· οὐχὶ οἱ ἐσθίοντες τὰς θυσίας κοινωνοὶ τοῦ θυσιαστηρίου εἰσί;
ཡཱུཡཾ ཤཱརཱིརིཀམ྄ ཨིསྲཱཡེལཱིཡཝཾཤཾ ནིརཱིཀྵདྷྭཾ། ཡེ བལཱིནཱཾ མཱཾསཱནི བྷུཉྫཏེ ཏེ ཀིཾ ཡཛྙཝེདྱཱཿ སཧབྷཱགིནོ ན བྷཝནྟི?
19 Τί οὖν φημι; Ὅτι εἴδωλόν τί ἐστιν; Ἢ ὅτι εἰδωλόθυτόν τί ἐστιν;
ཨིཏྱནེན མཡཱ ཀིཾ ཀཐྱཏེ? དེཝཏཱ ཝཱསྟཝིཀཱི དེཝཏཱཡཻ བལིདཱནཾ ཝཱ ཝཱསྟཝིཀཾ ཀིཾ བྷཝེཏ྄?
20 Ἀλλ᾿ ὅτι ἃ θύει τὰ ἔθνη, δαιμονίοις θύει, καὶ οὐ Θεῷ· οὐ θέλω δὲ ὑμᾶς κοινωνοὺς τῶν δαιμονίων γίνεσθαι.
ཏནྣཧི ཀིནྟུ བྷིནྣཛཱཏིབྷི ཪྻེ བལཡོ དཱིཡནྟེ ཏ ཨཱིཤྭརཱཡ ཏནྣཧི བྷཱུཏེབྷྱཨེཝ དཱིཡནྟེ ཏསྨཱད྄ ཡཱུཡཾ ཡད྄ བྷཱུཏཱནཱཾ སཧབྷཱགིནོ བྷཝཐེཏྱཧཾ ནཱབྷིལཥཱམི།
21 Οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων· οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν καὶ τραπέζης δαιμονίων.
པྲབྷོཿ ཀཾསེན བྷཱུཏཱནཱམཔི ཀཾསེན པཱནཾ ཡུཥྨཱབྷིརསཱདྷྱཾ; ཡཱུཡཾ པྲབྷོ རྦྷོཛྱསྱ བྷཱུཏཱནཱམཔི བྷོཛྱསྱ སཧབྷཱགིནོ བྷཝིཏུཾ ན ཤཀྣུཐ།
22 Ἢ παραζηλοῦμεν τὸν Κύριον; Μὴ ἰσχυρότεροι αὐτοῦ ἐσμέν;
ཝཡཾ ཀིཾ པྲབྷུཾ སྤརྡྡྷིཥྱཱམཧེ? ཝཡཾ ཀིཾ ཏསྨཱད྄ བལཝནྟཿ?
23 Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει. Πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα οἰκοδομεῖ.
མཱཾ པྲཏི སཪྻྭཾ ཀརྨྨཱཔྲཏིཥིདྡྷཾ ཀིནྟུ ན སཪྻྭཾ ཧིཏཛནཀཾ སཪྻྭམ྄ ཨཔྲཏིཥིདྡྷཾ ཀིནྟུ ན སཪྻྭཾ ནིཥྛཱཛནཀཾ།
24 Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος.
ཨཱཏྨཧིཏཿ ཀེནཱཔི ན ཙེཥྚིཏཝྱཿ ཀིནྟུ སཪྻྭཻཿ པརཧིཏཤྩེཥྚིཏཝྱཿ།
25 Πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν·
ཨཱཔཎེ ཡཏ྄ ཀྲཡྻཾ ཏད྄ ཡུཥྨཱབྷིཿ སཾཝེདསྱཱརྠཾ ཀིམཔི ན པྲྀཥྚྭཱ བྷུཛྱཏཱཾ
26 Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
ཡཏཿ པྲྀཐིཝཱི ཏནྨདྷྱསྠཉྩ སཪྻྭཾ པརམེཤྭརསྱ།
27 Εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων, καὶ θέλετε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες διὰ τὴν συνείδησιν.
ཨཔརམ྄ ཨཝིཤྭཱསིལོཀཱནཱཾ ཀེནཙིཏ྄ ནིམནྟྲིཏཱ ཡཱུཡཾ ཡདི ཏཏྲ ཛིགམིཥཐ ཏརྷི ཏེན ཡད྄ ཡད྄ ཨུཔསྠཱཔྱཏེ ཏད྄ ཡུཥྨཱབྷིཿ སཾཝེདསྱཱརྠཾ ཀིམཔི ན པྲྀཥྚྭཱ བྷུཛྱཏཱཾ།
28 Ἐὰν δέ τις ὑμῖν εἴπῃ, Τοῦτο εἰδωλόθυτόν ἐστι, μὴ ἐσθίετε δι᾿ ἐκεῖνον τὸν μηνύσαντα καὶ τὴν συνείδησιν· Τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.
ཀིནྟུ ཏཏྲ ཡདི ཀཤྩིད྄ ཡུཥྨཱན྄ ཝདེཏ྄ བྷཀྵྱམེཏད྄ དེཝཏཱཡཱཿ པྲསཱད ཨིཏི ཏརྷི ཏསྱ ཛྙཱཔཡིཏུརནུརོདྷཱཏ྄ སཾཝེདསྱཱརྠཉྩ ཏད྄ ཡུཥྨཱབྷི རྣ བྷོཀྟཝྱཾ། པྲྀཐིཝཱི ཏནྨདྷྱསྠཉྩ སཪྻྭཾ པརམེཤྭརསྱ,
29 Συνείδησιν δὲ λέγω, οὐχὶ τὴν ἑαυτοῦ, ἀλλὰ τὴν τοῦ ἑτέρου· ἵνα τί γὰρ ἡ ἐλευθερία μου κρίνεται ὑπὸ ἄλλης συνειδήσεως;
སཏྱམེཏཏ྄, ཀིནྟུ མཡཱ ཡཿ སཾཝེདོ ནིརྡྡིཤྱཏེ ས ཏཝ ནཧི པརསྱཻཝ།
30 Εἰ δὲ ἐγὼ χάριτι μετέχω, τί βλασφημοῦμαι ὑπὲρ οὗ ἐγὼ εὐχαριστῶ;
ཨནུགྲཧཔཱཏྲེཎ མཡཱ དྷནྱཝཱདཾ ཀྲྀཏྭཱ ཡད྄ བྷུཛྱཏེ ཏཏྐཱརཎཱད྄ ཨཧཾ ཀུཏོ ནིནྡིཥྱེ?
31 Εἴτε οὖν ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε.
ཏསྨཱད྄ བྷོཛནཾ པཱནམ྄ ཨནྱདྭཱ ཀརྨྨ ཀུཪྻྭདྦྷི ཪྻུཥྨཱབྷིཿ སཪྻྭམེཝེཤྭརསྱ མཧིམྣཿ པྲཀཱཤཱརྠཾ ཀྲིཡཏཱཾ།
32 Ἀπρόσκοποι γίνεσθε καὶ Ἰουδαίοις καὶ Ἕλλησι καὶ τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ·
ཡིཧཱུདཱིཡཱནཱཾ བྷིནྣཛཱཏཱིཡཱནཱམ྄ ཨཱིཤྭརསྱ སམཱཛསྱ ཝཱ ཝིགྷྣཛནཀཻ ཪྻུཥྨཱབྷི རྣ བྷཝིཏཝྱཾ།
33 καθὼς κἀγὼ πάντα πᾶσιν ἀρέσκω, μὴ ζητῶν τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσι.
ཨཧམཔྱཱཏྨཧིཏམ྄ ཨཙེཥྚམཱནོ བཧཱུནཱཾ པརིཏྲཱཎཱརྠཾ ཏེཥཱཾ ཧིཏཾ ཙེཥྚམཱནཿ སཪྻྭཝིཥཡེ སཪྻྭེཥཱཾ ཏུཥྚིཀརོ བྷཝཱམཱིཏྱནེནཱཧཾ ཡདྭཏ྄ ཁྲཱིཥྚསྱཱནུགཱམཱི ཏདྭད྄ ཡཱུཡཾ མམཱནུགཱམིནོ བྷཝཏ།

< Προς Κορινθιους Α΄ 10 >