< Προς Τιτον 2 >

1 συ δε λαλει α πρεπει τη υγιαινουση διδασκαλια
Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ.
2 πρεσβυτας νηφαλιους ειναι σεμνους σωφρονας υγιαινοντας τη πιστει τη αγαπη τη υπομονη
Πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.
3 πρεσβυτιδας ωσαυτως εν καταστηματι ιεροπρεπεις μη διαβολους μη οινω πολλω δεδουλωμενας καλοδιδασκαλους
Πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, (μὴ *NK(o)*) οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους,
4 ινα σωφρονιζωσιν τας νεας φιλανδρους ειναι φιλοτεκνους
ἵνα (σωφρονίζωσιν *NK(o)*) τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους,
5 σωφρονας αγνας οικουρους αγαθας υποτασσομενας τοις ιδιοις ανδρασιν ινα μη ο λογος του θεου βλασφημηται
σώφρονας, ἁγνάς, (οἰκουργοὺς *N(k)O*) ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται.
6 τους νεωτερους ωσαυτως παρακαλει σωφρονειν
Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν,
7 περι παντα σεαυτον παρεχομενος τυπον καλων εργων εν τη διδασκαλια αδιαφθοριαν σεμνοτητα αφθαρσιαν
περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ (ἀδιαφθορίαν *K*) ἀφθορίαν, σεμνότητα,
8 λογον υγιη ακαταγνωστον ινα ο εξ εναντιας εντραπη μηδεν εχων περι υμων λεγειν φαυλον
λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ μηδὲν ἔχων λέγειν περὶ (ἡμῶν *N(K)O*) φαῦλον.
9 δουλους ιδιοις δεσποταις υποτασσεσθαι εν πασιν ευαρεστους ειναι μη αντιλεγοντας
Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας,
10 μη νοσφιζομενους αλλα πιστιν πασαν ενδεικνυμενους αγαθην ινα την διδασκαλιαν του σωτηρος υμων θεου κοσμωσιν εν πασιν
μὴ νοσφιζομένους ἀλλὰ πᾶσαν πίστιν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν (τὴν *no*) τοῦ σωτῆρος (ἡμῶν *NK(O)*) θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
11 επεφανη γαρ η χαρις του θεου η σωτηριος πασιν ανθρωποις
Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ (ἡ *k*) σωτήριος πᾶσιν ἀνθρώποις
12 παιδευουσα ημας ινα αρνησαμενοι την ασεβειαν και τας κοσμικας επιθυμιας σωφρονως και δικαιως και ευσεβως ζησωμεν εν τω νυν αιωνι (aiōn g165)
παιδεύουσα ἡμᾶς ἵνα ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι (aiōn g165)
13 προσδεχομενοι την μακαριαν ελπιδα και επιφανειαν της δοξης του μεγαλου θεου και σωτηρος ημων ιησου χριστου
προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ,
14 ος εδωκεν εαυτον υπερ ημων ινα λυτρωσηται ημας απο πασης ανομιας και καθαριση εαυτω λαον περιουσιον ζηλωτην καλων εργων
ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
15 ταυτα λαλει και παρακαλει και ελεγχε μετα πασης επιταγης μηδεις σου περιφρονειτω
Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. μηδείς σου περιφρονείτω.

< Προς Τιτον 2 >