< Αποκαλυψις Ιωαννου 7 >

1 και μετα ταυτα ειδον τεσσαρας αγγελους εστωτας επι τας τεσσαρας γωνιας της γης κρατουντας τους τεσσαρας ανεμους της γης ινα μη πνεη ανεμος επι της γης μητε επι της θαλασσης μητε επι παν δενδρον
(Καὶ *ko*) μετὰ (τοῦτο *N(K)O*) εἶδον τέσσαρας ἀγγέλους ἑστῶτας ἐπὶ τὰς τέσσαρας γωνίας τῆς γῆς κρατοῦντας τοὺς τέσσαρας ἀνέμους τῆς γῆς ἵνα μὴ πνέῃ ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ (πᾶν *NK(o)*) δένδρον.
2 και ειδον αλλον αγγελον αναβαντα απο ανατολης ηλιου εχοντα σφραγιδα θεου ζωντος και εκραξεν φωνη μεγαλη τοις τεσσαρσιν αγγελοις οις εδοθη αυτοις αδικησαι την γην και την θαλασσαν
Καὶ εἶδον ἄλλον ἄγγελον (ἀναβαίνοντα *N(k)O*) ἀπὸ ἀνατολῆς ἡλίου ἔχοντα σφραγῖδα θεοῦ ζῶντος. καὶ ἔκραξεν φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν
3 λεγων μη αδικησητε την γην μητε την θαλασσαν μητε τα δενδρα αχρις ου σφραγιζωμεν τους δουλους του θεου ημων επι των μετωπων αυτων
λέγων· μὴ ἀδικήσητε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα ἄχρι (οὗ *k*) (σφραγίσωμεν *N(k)O*) τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν.
4 και ηκουσα τον αριθμον των εσφραγισμενων ρμδ 1540 χιλιαδες εσφραγισμενοι εκ πασης φυλης υιων ισραηλ
Καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων· (ἑκατὸν *N(K)O*) (καὶ *o*) (τεσσεράκοντα *N(K)O*) (τέσσαρες *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι *NK(o)*) ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
5 εκ φυλης ιουδα ιβ χιλιαδες εσφραγισμενοι εκ φυλης ρουβην ιβ χιλιαδες εσφραγισμενοι εκ φυλης γαδ ιβ χιλιαδες εσφραγισμενοι
ἐκ φυλῆς Ἰούδα (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *NK(o)*) ἐκ φυλῆς Ῥουβὴν (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*) ἐκ φυλῆς Γὰδ (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*)
6 εκ φυλης ασηρ ιβ χιλιαδες εσφραγισμενοι εκ φυλης νεφθαλειμ ιβ χιλιαδες εσφραγισμενοι εκ φυλης μανασση ιβ χιλιαδες εσφραγισμενοι
ἐκ φυλῆς Ἀσὴρ (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*) ἐκ φυλῆς Νεφθαλὶμ (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*) ἐκ φυλῆς Μανασσῆ (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*)
7 εκ φυλης συμεων ιβ χιλιαδες εσφραγισμενοι εκ φυλης λευι ιβ χιλιαδες εσφραγισμενοι εκ φυλης ισαχαρ ιβ χιλιαδες εσφραγισμενοι
ἐκ φυλῆς Συμεὼν (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*) ἐκ φυλῆς Λευὶ (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*) ἐκ φυλῆς Ἰσσαχὰρ (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*)
8 εκ φυλης ζαβουλων ιβ χιλιαδες εσφραγισμενοι εκ φυλης ιωσηφ ιβ χιλιαδες εσφραγισμενοι εκ φυλης βενιαμιν ιβ χιλιαδες εσφραγισμενοι
ἐκ φυλῆς Ζαβουλὼν (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*) ἐκ φυλῆς Ἰωσὴφ (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι· *k*) ἐκ φυλῆς Βενιαμὶν (δώδεκα *N(k)O*) χιλιάδες (ἐσφραγισμένοι. *NK(o)*)
9 μετα ταυτα ειδον και ιδου οχλος πολυς ον αριθμησαι αυτον ουδεις ηδυνατο εκ παντος εθνους και φυλων και λαων και γλωσσων εστωτες ενωπιον του θρονου και ενωπιον του αρνιου περιβεβλημενοι στολας λευκας και φοινικες εν ταις χερσιν αυτων
Μετὰ ταῦτα εἶδον καὶ ἰδοὺ ὄχλος πολὺς ὃν ἀριθμῆσαι αὐτὸν οὐδεὶς ἐδύνατο ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν (ἑστῶτες *NK(o)*) ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, (περιβεβλημένους *N(k)O*) στολὰς λευκὰς καὶ (φοίνικες *NK(o)*) ἐν ταῖς χερσὶν αὐτῶν.
10 και κραζοντες φωνη μεγαλη λεγοντες η σωτηρια τω καθημενω επι του θρονου του θεου ημων και τω αρνιω
καὶ (κράζουσιν *N(k)O*) φωνῇ μεγάλῃ λέγοντες· ἡ σωτηρία (τῷ θεῷ *N(k)O*) ἡμῶν τῷ καθημένῳ ἐπὶ (τῷ θρόνῳ *N(k)O*) καὶ τῷ ἀρνίῳ.
11 και παντες οι αγγελοι εστηκεσαν κυκλω του θρονου και των πρεσβυτερων και των τεσσαρων ζωων και επεσον ενωπιον του θρονου επι προσωπον αυτων και προσεκυνησαν τω θεω
καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισαν κύκλῳ τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων καὶ ἔπεσαν ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ (πρόσωπα *N(K)O*) αὐτῶν καὶ προσεκύνησαν τῷ θεῷ
12 λεγοντες αμην η ευλογια και η δοξα και η σοφια και η ευχαριστια και η τιμη και η δυναμις και η ισχυς τω θεω ημων εις τους αιωνας των αιωνων αμην (aiōn g165)
λέγοντες· ἀμήν, ἡ εὐλογία καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστία καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺς τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν. (aiōn g165)
13 και απεκριθη εις εκ των πρεσβυτερων λεγων μοι ουτοι οι περιβεβλημενοι τας στολας τας λευκας τινες εισιν και ποθεν ηλθον
Καὶ ἀπεκρίθη εἷς ἐκ τῶν πρεσβυτέρων λέγων μοι· οὗτοι οἱ περιβεβλημένοι τὰς στολὰς τὰς λευκάς, τίνες εἰσὶν καὶ πόθεν ἦλθον;
14 και ειρηκα αυτω κυριε συ οιδας και ειπεν μοι ουτοι εισιν οι ερχομενοι εκ της θλιψεως της μεγαλης και επλυναν τας στολας αυτων και ελευκαναν στολας αυτων εν τω αιματι του αρνιου
καὶ (εἴρηκα *NK(o)*) αὐτῷ· κύριέ (μου, *NO*) σὺ οἶδας. καὶ εἶπέν μοι· οὗτοί εἰσιν οἱ ἐρχόμενοι ἐκ τῆς θλίψεως τῆς μεγάλης καὶ ἔπλυναν τὰς στολὰς αὐτῶν καὶ ἐλεύκαναν (στολὰς *k*) (αὐτὰς *N(k)O*) ἐν τῷ αἵματι τοῦ ἀρνίου.
15 δια τουτο εισιν ενωπιον του θρονου του θεου και λατρευουσιν αυτω ημερας και νυκτος εν τω ναω αυτου και ο καθημενος επι του θρονου σκηνωσει επ αυτους
διὰ τοῦτό εἰσιν ἐνώπιον (τοῦ θρόνου *NK(o)*) τοῦ θεοῦ καὶ λατρεύουσιν αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁ καθήμενος ἐπὶ τοῦ θρόνου σκηνώσει ἐπ᾽ αὐτούς.
16 ου πεινασουσιν ετι ουδε διψησουσιν ετι ουδε μη πεση επ αυτους ο ηλιος ουδε παν καυμα
οὐ πεινάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι οὐδὲ (οὐ *o*) μὴ πέσῃ ἐπ᾽ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα,
17 οτι το αρνιον το ανα μεσον του θρονου ποιμανει αυτους και οδηγησει αυτους επι ζωσας πηγας υδατων και εξαλειψει ο θεος παν δακρυον απο των οφθαλμων αυτων
ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου (ποιμανεῖ *NK(o)*) αὐτοὺς καὶ (ὁδηγήσει *NK(o)*) αὐτοὺς ἐπὶ (ζωῆς *N(k)O*) πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ θεὸς πᾶν δάκρυον (ἐκ *N(k)O*) τῶν ὀφθαλμῶν αὐτῶν.

< Αποκαλυψις Ιωαννου 7 >