< Πραξεις 12 >

1 κατ εκεινον δε τον καιρον επεβαλεν ηρωδης ο βασιλευς τας χειρας κακωσαι τινας των απο της εκκλησιας
Κατ’ ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρῴδης ὁ βασιλεὺς τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς ἐκκλησίας.
2 ανειλεν δε ιακωβον τον αδελφον ιωαννου μαχαιρα
ἀνεῖλεν δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάνου μαχαίρῃ.
3 και ιδων οτι αρεστον εστιν τοις ιουδαιοις προσεθετο συλλαβειν και πετρον ησαν δε ημεραι των αζυμων
ἰδὼν δὲ ὅτι ἀρεστόν ἐστιν τοῖς Ἰουδαίοις προσέθετο συλλαβεῖν καὶ Πέτρον, ἦσαν δὲ ἡμέραι τῶν ἀζύμων,
4 ον και πιασας εθετο εις φυλακην παραδους τεσσαρσιν τετραδιοις στρατιωτων φυλασσειν αυτον βουλομενος μετα το πασχα αναγαγειν αυτον τω λαω
ὃν καὶ πιάσας ἔθετο εἰς φυλακήν, παραδοὺς τέσσαρσιν τετραδίοις στρατιωτῶν φυλάσσειν αὐτόν, βουλόμενος μετὰ τὸ πάσχα ἀναγαγεῖν αὐτὸν τῷ λαῷ.
5 ο μεν ουν πετρος ετηρειτο εν τη φυλακη προσευχη δε ην εκτενης γινομενη υπο της εκκλησιας προς τον θεον υπερ αυτου
ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενῶς γινομένη ὑπὸ τῆς ἐκκλησίας πρὸς τὸν Θεὸν περὶ αὐτοῦ.
6 οτε δε εμελλεν αυτον προαγειν ο ηρωδης τη νυκτι εκεινη ην ο πετρος κοιμωμενος μεταξυ δυο στρατιωτων δεδεμενος αλυσεσιν δυσιν φυλακες τε προ της θυρας ετηρουν την φυλακην
Ὅτε δὲ ἤμελλεν προαγαγεῖν αὐτὸν ὁ Ἡρῴδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσιν δυσίν, φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν.
7 και ιδου αγγελος κυριου επεστη και φως ελαμψεν εν τω οικηματι παταξας δε την πλευραν του πετρου ηγειρεν αυτον λεγων αναστα εν ταχει και εξεπεσον αυτου αι αλυσεις εκ των χειρων
καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι· πατάξας δὲ τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν λέγων Ἀνάστα ἐν τάχει. καὶ ἐξέπεσαν αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν.
8 ειπεν τε ο αγγελος προς αυτον περιζωσαι και υποδησαι τα σανδαλια σου εποιησεν δε ουτως και λεγει αυτω περιβαλου το ιματιον σου και ακολουθει μοι
εἶπεν δὲ ὁ ἄγγελος πρὸς αὐτόν Ζῶσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. ἐποίησεν δὲ οὕτως. καὶ λέγει αὐτῷ Περιβαλοῦ τὸ ἱμάτιόν σου καὶ ἀκολούθει μοι.
9 και εξελθων ηκολουθει αυτω και ουκ ηδει οτι αληθες εστιν το γινομενον δια του αγγελου εδοκει δε οραμα βλεπειν
καὶ ἐξελθὼν ἠκολούθει, καὶ οὐκ ᾔδει ὅτι ἀληθές ἐστιν τὸ γινόμενον διὰ τοῦ ἀγγέλου, ἐδόκει δὲ ὅραμα βλέπειν.
10 διελθοντες δε πρωτην φυλακην και δευτεραν ηλθον επι την πυλην την σιδηραν την φερουσαν εις την πολιν ητις αυτοματη ηνοιχθη αυτοις και εξελθοντες προηλθον ρυμην μιαν και ευθεως απεστη ο αγγελος απ αυτου
διελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν ἦλθαν ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίγη αὐτοῖς, καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ’ αὐτοῦ.
11 και ο πετρος γενομενος εν εαυτω ειπεν νυν οιδα αληθως οτι εξαπεστειλεν κυριος τον αγγελον αυτου και εξειλετο με εκ χειρος ηρωδου και πασης της προσδοκιας του λαου των ιουδαιων
καὶ ὁ Πέτρος ἐν ἑαυτῷ γενόμενος εἶπεν Νῦν οἶδα ἀληθῶς ὅτι ἐξαπέστειλεν ὁ Κύριος τὸν ἄγγελον αὐτοῦ καὶ ἐξείλατό με ἐκ χειρὸς Ἡρῴδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων.
12 συνιδων τε ηλθεν επι την οικιαν μαριας της μητρος ιωαννου του επικαλουμενου μαρκου ου ησαν ικανοι συνηθροισμενοι και προσευχομενοι
συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν τῆς Μαρίας τῆς μητρὸς Ἰωάνου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι.
13 κρουσαντος δε του πετρου την θυραν του πυλωνος προσηλθεν παιδισκη υπακουσαι ονοματι ροδη
κρούσαντος δὲ αὐτοῦ τὴν θύραν τοῦ πυλῶνος προσῆλθεν παιδίσκη ὑπακοῦσαι ὀνόματι Ῥόδη,
14 και επιγνουσα την φωνην του πετρου απο της χαρας ουκ ηνοιξεν τον πυλωνα εισδραμουσα δε απηγγειλεν εσταναι τον πετρον προ του πυλωνος
καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξεν τὸν πυλῶνα, εἰσδραμοῦσα δὲ ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος.
15 οι δε προς αυτην ειπον μαινη η δε διισχυριζετο ουτως εχειν οι δ ελεγον ο αγγελος αυτου εστιν
οἱ δὲ πρὸς αὐτὴν εἶπαν Μαίνῃ. ἡ δὲ διϊσχυρίζετο οὕτως ἔχειν. οἱ δὲ ἔλεγον Ὁ ἄγγελός ἐστιν αὐτοῦ.
16 ο δε πετρος επεμενεν κρουων ανοιξαντες δε ειδον αυτον και εξεστησαν
ὁ δὲ Πέτρος ἐπέμενεν κρούων· ἀνοίξαντες δὲ εἶδαν αὐτὸν καὶ ἐξέστησαν.
17 κατασεισας δε αυτοις τη χειρι σιγαν διηγησατο αυτοις πως ο κυριος αυτον εξηγαγεν εκ της φυλακης ειπεν δε απαγγειλατε ιακωβω και τοις αδελφοις ταυτα και εξελθων επορευθη εις ετερον τοπον
κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾶν διηγήσατο αὐτοῖς πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς, εἶπέν τε Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον.
18 γενομενης δε ημερας ην ταραχος ουκ ολιγος εν τοις στρατιωταις τι αρα ο πετρος εγενετο
Γενομένης δὲ ἡμέρας ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο.
19 ηρωδης δε επιζητησας αυτον και μη ευρων ανακρινας τους φυλακας εκελευσεν απαχθηναι και κατελθων απο της ιουδαιας εις την καισαρειαν διετριβεν
Ἡρῴδης δὲ ἐπιζητήσας αὐτὸν καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι, καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς Καισάριαν διέτριβεν.
20 ην δε ο ηρωδης θυμομαχων τυριοις και σιδωνιοις ομοθυμαδον δε παρησαν προς αυτον και πεισαντες βλαστον τον επι του κοιτωνος του βασιλεως ητουντο ειρηνην δια το τρεφεσθαι αυτων την χωραν απο της βασιλικης
Ἦν δὲ θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδὸν δὲ παρῆσαν πρὸς αὐτόν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως ᾐτοῦντο εἰρήνην, διὰ τὸ τρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς.
21 τακτη δε ημερα ο ηρωδης ενδυσαμενος εσθητα βασιλικην και καθισας επι του βηματος εδημηγορει προς αυτους
τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρῴδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς·
22 ο δε δημος επεφωνει θεου φωνη και ουκ ανθρωπου
ὁ δὲ δῆμος ἐπεφώνει Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου.
23 παραχρημα δε επαταξεν αυτον αγγελος κυριου ανθ ων ουκ εδωκεν την δοξαν τω θεω και γενομενος σκωληκοβρωτος εξεψυξεν
παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου ἀνθ’ ὧν οὐκ ἔδωκεν τὴν δόξαν τῷ Θεῷ, καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν.
24 ο δε λογος του θεου ηυξανεν και επληθυνετο
Ὁ δὲ λόγος τοῦ Κυρίου ηὔξανεν καὶ ἐπληθύνετο.
25 βαρναβας δε και σαυλος υπεστρεψαν εξ ιερουσαλημ πληρωσαντες την διακονιαν συμπαραλαβοντες και ιωαννην τον επικληθεντα μαρκον
Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν, ἐξ Ἱερουσαλὴμ, πληρώσαντες τὴν διακονίαν, συνπαραλαβόντες Ἰωάνην τὸν ἐπικληθέντα Μάρκον.

< Πραξεις 12 >