< Προς Κορινθιους Β΄ 9 >
1 περι μεν γαρ της διακονιας της εις τους αγιους περισσον μοι εστιν το γραφειν υμιν
Περὶ μὲν γὰρ τῆς διακονίας τῆς εἰς τοὺς ἁγίους περισσόν μοί ἐστιν τὸ γράφειν ὑμῖν·
2 οιδα γαρ την προθυμιαν υμων ην υπερ υμων καυχωμαι μακεδοσιν οτι αχαια παρεσκευασται απο περυσι και ο εξ υμων ζηλος ηρεθισεν τους πλειονας
οἶδα γὰρ τὴν προθυμίαν ὑμῶν ἣν ὑπὲρ ὑμῶν καυχῶμαι Μακεδόσιν, ὅτι Ἀχαΐα παρεσκεύασται ἀπὸ πέρυσι, καὶ (τὸ *N(k)O*) (ἐξ *k*) ὑμῶν ζῆλος ἠρέθισεν τοὺς πλείονας.
3 επεμψα δε τους αδελφους ινα μη το καυχημα ημων το υπερ υμων κενωθη εν τω μερει τουτω ινα καθως ελεγον παρεσκευασμενοι ητε
ἔπεμψα δὲ τοὺς ἀδελφούς, ἵνα μὴ τὸ καύχημα ἡμῶν τὸ ὑπὲρ ὑμῶν κενωθῇ ἐν τῷ μέρει τούτῳ, ἵνα καθὼς ἔλεγον παρεσκευασμένοι ἦτε,
4 μηπως εαν ελθωσιν συν εμοι μακεδονες και ευρωσιν υμας απαρασκευαστους καταισχυνθωμεν ημεις ινα μη λεγωμεν υμεις εν τη υποστασει ταυτη της καυχησεως
μή πως ἐὰν ἔλθωσιν σὺν ἐμοὶ Μακεδόνες καὶ εὕρωσιν ὑμᾶς ἀπαρασκευάστους, καταισχυνθῶμεν ἡμεῖς, ἵνα μὴ (λέγω *N(k)O*) ὑμεῖς, ἐν τῇ ὑποστάσει ταύτῃ (τῆς καυχήσεως. *K*)
5 αναγκαιον ουν ηγησαμην παρακαλεσαι τους αδελφους ινα προελθωσιν εις υμας και προκαταρτισωσιν την προκατηγγελμενην ευλογιαν υμων ταυτην ετοιμην ειναι ουτως ως ευλογιαν και μη ωσπερ πλεονεξιαν
ἀναγκαῖον οὖν ἡγησάμην παρακαλέσαι τοὺς ἀδελφούς, ἵνα προέλθωσιν (εἰς *NK(o)*) ὑμᾶς καὶ προκαταρτίσωσιν τὴν (προεπηγγελμένην *N(K)O*) εὐλογίαν ὑμῶν ταύτην ἑτοίμην εἶναι, οὕτως ὡς εὐλογίαν καὶ μὴ (ὡς *N(k)O*) πλεονεξίαν.
6 τουτο δε ο σπειρων φειδομενως φειδομενως και θερισει και ο σπειρων επ ευλογιαις επ ευλογιαις και θερισει
τοῦτο δέ, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ᾽ εὐλογίαις ἐπ᾽ εὐλογίαις καὶ θερίσει.
7 εκαστος καθως προαιρειται τη καρδια μη εκ λυπης η εξ αναγκης ιλαρον γαρ δοτην αγαπα ο θεος
ἕκαστος καθὼς (προῄρηται *N(k)O*) τῇ καρδίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ θεός.
8 δυνατος δε ο θεος πασαν χαριν περισσευσαι εις υμας ινα εν παντι παντοτε πασαν αυταρκειαν εχοντες περισσευητε εις παν εργον αγαθον
(Δυνατεῖ *N(k)O*) δὲ ὁ θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισσεύητε εἰς πᾶν ἔργον ἀγαθὸν
9 καθως γεγραπται εσκορπισεν εδωκεν τοις πενησιν η δικαιοσυνη αυτου μενει εις τον αιωνα (aiōn )
καθὼς γέγραπται· ἐσκόρπισεν, ἔδωκεν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. (aiōn )
10 ο δε επιχορηγων σπερμα τω σπειροντι και αρτον εις βρωσιν χορηγησαι και πληθυναι τον σπορον υμων και αυξησαι τα γεννηματα της δικαιοσυνης υμων
ὁ δὲ ἐπιχορηγῶν (σπόρον *N(k)O*) τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶσιν (χορηγήσει *N(k)O*) καὶ (πληθυνεῖ *N(k)O*) τὸν σπόρον ὑμῶν καὶ (αὐξήσει *N(k)O*) τὰ (γενήματα *N(k)O*) τῆς δικαιοσύνης ὑμῶν.
11 εν παντι πλουτιζομενοι εις πασαν απλοτητα ητις κατεργαζεται δι ημων ευχαριστιαν τω θεω
ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾽ ἡμῶν εὐχαριστίαν τῷ θεῷ,
12 οτι η διακονια της λειτουργιας ταυτης ου μονον εστιν προσαναπληρουσα τα υστερηματα των αγιων αλλα και περισσευουσα δια πολλων ευχαριστιων τω θεω
ὅτι ἡ διακονία τῆς λειτουργίας ταύτης οὐ μόνον ἐστὶν προσαναπληροῦσα τὰ ὑστερήματα τῶν ἁγίων ἀλλὰ καὶ περισσεύουσα διὰ πολλῶν εὐχαριστιῶν τῷ θεῷ·
13 δια της δοκιμης της διακονιας ταυτης δοξαζοντες τον θεον επι τη υποταγη της ομολογιας υμων εις το ευαγγελιον του χριστου και απλοτητι της κοινωνιας εις αυτους και εις παντας
διὰ τῆς δοκιμῆς τῆς διακονίας ταύτης δοξάζοντες τὸν θεὸν ἐπὶ τῇ ὑποταγῇ τῆς ὁμολογίας ὑμῶν εἰς τὸ εὐαγγέλιον τοῦ Χριστοῦ καὶ ἁπλότητι τῆς κοινωνίας εἰς αὐτοὺς καὶ εἰς πάντας,
14 και αυτων δεησει υπερ υμων επιποθουντων υμας δια την υπερβαλλουσαν χαριν του θεου εφ υμιν
καὶ αὐτῶν δεήσει ὑπὲρ ὑμῶν ἐπιποθούντων ὑμᾶς διὰ τὴν ὑπερβάλλουσαν χάριν τοῦ θεοῦ ἐφ᾽ ὑμῖν.
15 χαρις δε τω θεω επι τη ανεκδιηγητω αυτου δωρεα
χάρις (δὲ *k*) τῷ θεῷ ἐπὶ τῇ ἀνεκδιηγήτῳ αὐτοῦ δωρεᾷ.