< Προς Τιτον 1 >
1 Παῦλος, δοῦλος ˚Θεοῦ, ἀπόστολος δὲ ˚Ἰησοῦ ˚Χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν ˚Θεοῦ, καὶ ἐπίγνωσιν ἀληθείας, τῆς κατʼ εὐσέβειαν
Paul, a servant of YHWH, and an apostle of Yahushua the Messiah, according to the faith of YHWH 's elect, and the acknowledging of the truth which is after reverence;
2 ἐπʼ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς ˚Θεὸς πρὸ χρόνων αἰωνίων, (aiōnios )
In hope of eternal life, which Elohim, who does not lie, promised before the world began; (aiōnios )
3 ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγὼ, κατʼ ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν ˚Θεοῦ,
But hath in due times manifested his word through preaching, which is committed unto me according to the commandment of Elohim our Saviour;
4 Τίτῳ, γνησίῳ τέκνῳ, κατὰ κοινὴν πίστιν: χάρις καὶ εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς καὶ ˚Χριστοῦ ˚Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν.
To Titus, mine own son after the common faith: Favour, mercy, and peace, from YHWH the Father and the Master Yahushua the Messiah our Saviour.
5 Τούτου χάριν, ἀπέλιπόν σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην,
For this cause left I thee in Crete, that thou shouldest set in order the things that are wanting, and ordain elders in every city, as I had appointed thee:
6 εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα.
If any be blameless, the husband of one wife, having faithful children not accused of riot or unruly.
7 Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς ˚Θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ,
For a bishop must be blameless, as the steward of YHWH; not selfwilled, not soon angry, not given to wine, no striker, not given to filthy lucre;
8 ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ,
But a lover of hospitality, a lover of good men, sober, just, set-apart, temperate;
9 ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ, καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ, καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
Holding fast the faithful word as he hath been taught, that he may be able by sound doctrine both to exhort and to convince the gainsayers.
10 Εἰσὶν γὰρ πολλοὶ ἀνυπότακτοι, ματαιολόγοι, καὶ φρεναπάται, μάλιστα οἱ ἐκ τῆς περιτομῆς,
For there are many unruly and vain talkers and deceivers, specially they of the circumcision:
11 οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν.
Whose mouths must be stopped, who subvert whole houses, teaching things which they ought not, for filthy lucre's sake.
12 Εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, “Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.”
One of themselves, even a prophet of their own, said, The Cretians are alway liars, evil beasts, slow bellies.
13 Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. Διʼ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει,
This witness is true. Wherefore rebuke them sharply, that they may be sound in the faith;
14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων, ἀποστρεφομένων τὴν ἀλήθειαν.
Not giving heed to Jewish fables, and commandments of men, that turn from the truth.
15 Πάντα καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις, οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς, καὶ ἡ συνείδησις.
Unto the pure all things are pure: but unto them that are defiled and unbelieving is nothing pure; but even their mind and conscience is defiled.
16 ˚Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.
They profess that they know YHWH; but in works they deny him, being abominable, and disobedient, and unto every good work reprobate.