< Προς Ρωμαιους 3 >

1 Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς;
τι ουν το περισσον του ιουδαιου η τις η ωφελεια της περιτομης
2 Πολὺ κατὰ πάντα τρόπον. Πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ ˚Θεοῦ.
πολυ κατα παντα τροπον πρωτον μεν γαρ οτι επιστευθησαν τα λογια του θεου
3 Τί γάρ εἰ ἠπίστησάν τινες; Μὴ ἡ ἀπιστία αὐτῶν, τὴν πίστιν τοῦ ˚Θεοῦ καταργήσει;
τι γαρ ει ηπιστησαν τινες μη η απιστια αυτων την πιστιν του θεου καταργησει
4 Μὴ γένοιτο! Γινέσθω δὲ ὁ ˚Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθάπερ γέγραπται, “Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε.”
μη γενοιτο γινεσθω δε ο θεος αληθης πας δε ανθρωπος ψευστης καθως γεγραπται οπως αν δικαιωθης εν τοις λογοις σου και νικησης εν τω κρινεσθαι σε
5 Εἰ δὲ ἡ ἀδικία ἡμῶν, ˚Θεοῦ δικαιοσύνην συνίστησιν, τί ἐροῦμεν; Μὴ ἄδικος ὁ ˚Θεὸς, ὁ ἐπιφέρων τὴν ὀργήν; (Κατὰ ἄνθρωπον λέγω.)
ει δε η αδικια ημων θεου δικαιοσυνην συνιστησιν τι ερουμεν μη αδικος ο θεος ο επιφερων την οργην κατα ανθρωπον λεγω
6 Μὴ γένοιτο! Ἐπεὶ πῶς κρινεῖ ὁ ˚Θεὸς τὸν κόσμον;
μη γενοιτο επει πως κρινει ο θεος τον κοσμον
7 Εἰ δὲ ἡ ἀλήθεια τοῦ ˚Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι;
ει γαρ η αληθεια του θεου εν τω εμω ψευσματι επερισσευσεν εις την δοξαν αυτου τι ετι καγω ως αμαρτωλος κρινομαι
8 Καὶ μὴ καθὼς βλασφημούμεθα, καὶ καθώς φασίν τινες ἡμᾶς λέγειν, ὅτι “Ποιήσωμεν τὰ κακὰ, ἵνα ἔλθῃ τὰ ἀγαθά;” Ὧν τὸ κρίμα ἔνδικόν ἐστιν.
και μη καθως βλασφημουμεθα και καθως φασιν τινες ημας λεγειν οτι ποιησωμεν τα κακα ινα ελθη τα αγαθα ων το κριμα ενδικον εστιν
9 Τί οὖν; Προεχόμεθα; Οὐ πάντως, προῃτιασάμεθα γὰρ, Ἰουδαίους τε καὶ Ἕλληνας, πάντας ὑφʼ ἁμαρτίαν εἶναι.
τι ουν προεχομεθα ου παντως προητιασαμεθα γαρ ιουδαιους τε και ελληνας παντας υφ αμαρτιαν ειναι
10 Καθὼς γέγραπται, ὅτι “Οὐκ ἔστιν δίκαιος, οὐδὲ εἷς,
καθως γεγραπται οτι ουκ εστιν δικαιος ουδε εις
11 οὐκ ἔστιν συνίων, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν ˚Θεόν.
ουκ εστιν ο συνιων ουκ εστιν ο εκζητων τον θεον
12 Πάντες ἐξέκλιναν, ἅμα ἠχρεώθησαν· οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.”
παντες εξεκλιναν αμα ηχρειωθησαν ουκ εστιν ποιων χρηστοτητα ουκ εστιν εως ενος
13 “Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν”, “Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν”,
ταφος ανεωγμενος ο λαρυγξ αυτων ταις γλωσσαις αυτων εδολιουσαν ιος ασπιδων υπο τα χειλη αυτων
14 “Ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει”·
ων το στομα αρας και πικριας γεμει
15 “Ὀξεῖς οἱ πόδες αὐτῶν, ἐκχέαι αἷμα…
οξεις οι ποδες αυτων εκχεαι αιμα
16 σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
συντριμμα και ταλαιπωρια εν ταις οδοις αυτων
17 καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν.”
και οδον ειρηνης ουκ εγνωσαν
18 “Οὐκ ἔστιν φόβος ˚Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.”
ουκ εστιν φοβος θεου απεναντι των οφθαλμων αυτων
19 Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ, καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ ˚Θεῷ.
οιδαμεν δε οτι οσα ο νομος λεγει τοις εν τω νομω λαλει ινα παν στομα φραγη και υποδικος γενηται πας ο κοσμος τω θεω
20 Διότι ἐξ ἔργων νόμου, οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ, διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
διοτι εξ εργων νομου ου δικαιωθησεται πασα σαρξ ενωπιον αυτου δια γαρ νομου επιγνωσις αμαρτιας
21 Νυνὶ δὲ χωρὶς νόμου, δικαιοσύνη ˚Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν,
νυνι δε χωρις νομου δικαιοσυνη θεου πεφανερωται μαρτυρουμενη υπο του νομου και των προφητων
22 δικαιοσύνη δὲ ˚Θεοῦ διὰ πίστεως ˚Ἰησοῦ ˚Χριστοῦ, εἰς πάντας τοὺς πιστεύοντας, οὐ γάρ ἐστιν διαστολή.
δικαιοσυνη δε θεου δια πιστεως ιησου χριστου εις παντας και επι παντας τους πιστευοντας ου γαρ εστιν διαστολη
23 Πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ ˚Θεοῦ,
παντες γαρ ημαρτον και υστερουνται της δοξης του θεου
24 δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι, διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν ˚Χριστῷ ˚Ἰησοῦ·
δικαιουμενοι δωρεαν τη αυτου χαριτι δια της απολυτρωσεως της εν χριστω ιησου
25 ὃν προέθετο ὁ ˚Θεὸς ἱλαστήριον, διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ, διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων
ον προεθετο ο θεος ιλαστηριον δια της πιστεως εν τω αυτου αιματι εις ενδειξιν της δικαιοσυνης αυτου δια την παρεσιν των προγεγονοτων αμαρτηματων
26 ἐν τῇ ἀνοχῇ τοῦ ˚Θεοῦ, πρὸς τὴν ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως ˚Ἰησοῦ.
εν τη ανοχη του θεου προς ενδειξιν της δικαιοσυνης αυτου εν τω νυν καιρω εις το ειναι αυτον δικαιον και δικαιουντα τον εκ πιστεως ιησου
27 Ποῦ οὖν ἡ καύχησις; Ἐξεκλείσθη. Διὰ ποίου νόμου; Τῶν ἔργων; Οὐχί, ἀλλὰ διὰ νόμου πίστεως.
που ουν η καυχησις εξεκλεισθη δια ποιου νομου των εργων ουχι αλλα δια νομου πιστεως
28 Λογιζόμεθα οὖν δικαιοῦσθαι πίστει ἄνθρωπον, χωρὶς ἔργων νόμου.
λογιζομεθα ουν πιστει δικαιουσθαι ανθρωπον χωρις εργων νομου
29 Ἢ Ἰουδαίων ὁ ˚Θεὸς μόνον; Οὐχὶ καὶ ἐθνῶν; Ναὶ, καὶ ἐθνῶν,
η ιουδαιων ο θεος μονον ουχι δε και εθνων ναι και εθνων
30 εἴπερ εἷς ὁ ˚Θεός, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.
επειπερ εις ο θεος ος δικαιωσει περιτομην εκ πιστεως και ακροβυστιαν δια της πιστεως
31 Νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; Μὴ γένοιτο! Ἀλλὰ νόμον ἱστάνομεν.
νομον ουν καταργουμεν δια της πιστεως μη γενοιτο αλλα νομον ιστωμεν

< Προς Ρωμαιους 3 >