< Προς Ρωμαιους 12 >

1 Παρακαλῶ οὖν ὑμᾶς, ἀδελφοί, διὰ τῶν οἰκτιρμῶν τοῦ ˚Θεοῦ, παραστῆσαι τὰ σώματα ὑμῶν θυσίαν ζῶσαν, ἁγίαν, τῷ ˚Θεῷ εὐάρεστον, τὴν λογικὴν λατρείαν ὑμῶν.
I beseech you therefore, brothers, by the mercies of God, to present your bodies a living sacrifice, holy, acceptable to God, your reasonable service.
2 Καὶ μὴ συσχηματίζεσθε τῷ αἰῶνι τούτῳ, ἀλλὰ μεταμορφοῦσθε τῇ ἀνακαινώσει τοῦ νοός, εἰς τὸ δοκιμάζειν ὑμᾶς, τί τὸ θέλημα τοῦ ˚Θεοῦ, τὸ ἀγαθὸν, καὶ εὐάρεστον, καὶ τέλειον. (aiōn g165)
And be not conformed to this age, but be ye transformed by the renewal of your mind, for ye to approve what is the good and acceptable and perfect will of God. (aiōn g165)
3 Λέγω γὰρ διὰ τῆς χάριτος τῆς δοθείσης μοι, παντὶ τῷ ὄντι ἐν ὑμῖν, μὴ ὑπερφρονεῖν παρʼ ὃ δεῖ φρονεῖν, ἀλλὰ φρονεῖν εἰς τὸ σωφρονεῖν, ἑκάστῳ ὡς ὁ ˚Θεὸς ἐμέρισεν μέτρον πίστεως.
For I say, through the grace that was given me, to every man who is among you, not to over think beyond what he ought to think, but to think so as to think soundly, as God has apportioned to each man a measure of faith.
4 Καθάπερ γὰρ ἐν ἑνὶ σώματι, πολλὰ μέλη ἔχομεν, τὰ δὲ μέλη πάντα οὐ τὴν αὐτὴν ἔχει πρᾶξιν,
For just as we have many body-parts in one body, and all the body-parts have not the same function,
5 οὕτως οἱ πολλοὶ, ἓν σῶμά ἐσμεν ἐν ˚Χριστῷ, τὸ δὲ καθʼ εἷς ἀλλήλων μέλη.
so we, the many, are one body in Christ, and each one body-parts of each other.
6 Ἔχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα: εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως,
And having different gifts according to the grace that was given to us, whether prophecy, according to the proportion of faith;
7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ,
or service, in the service; or he who teaches, in the teaching;
8 εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδοὺς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι.
or he who exhorts, in the exhortation; he who gives, in simplicity; he who leads, in diligence; he who does mercy, in cheerfulness.
9 Ἡ ἀγάπη ἀνυπόκριτος. Ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ,
Love without hypocrisy, abhorring what is evil, clinging to what is good,
10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι,
with brotherly love toward each other, affectionate, leading each other in recognition,
11 τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ ˚Κυρίῳ δουλεύοντες,
not lazy in diligence, being fervent in the Spirit serving the Lord,
12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες,
rejoicing in hope, enduring tribulation, persevering in prayer,
13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες.
sharing for the needs of the sanctified, pursuing love for strangers.
14 Εὐλογεῖτε τοὺς διώκοντας, ὑμᾶς εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.
Bless those who persecute you. Bless ye and do not curse.
15 Χαίρειν μετὰ χαιρόντων, κλαίειν μετὰ κλαιόντων.
Rejoice with those who rejoice, weep with those who weep,
16 Τὸ αὐτὸ εἰς ἀλλήλους φρονοῦντες, μὴ τὰ ὑψηλὰ φρονοῦντες, ἀλλὰ τοῖς ταπεινοῖς συναπαγόμενοι. Μὴ γίνεσθε φρόνιμοι παρʼ ἑαυτοῖς.
thinking the same way toward each other, not thinking on lofty things, but accommodating to the lowly. Become not wise according to yourselves,
17 Μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες, προνοούμενοι καλὰ ἐνώπιον πάντων ἀνθρώπων.
rendering to no man evil for evil, premeditating things right in the sight of all men.
18 Εἰ δυνατόν τὸ ἐξ ὑμῶν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες.
If possible from you, keeping peace with all men,
19 Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀγαπητοί, ἀλλὰ δότε τόπον τῇ ὀργῇ, γέγραπται γάρ, “Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω”, λέγει ˚Κύριος.
not avenging yourselves, beloved, but give place to wrath, for it is written, Vengeance is for me, I will repay, says the Lord.
20 “Ἀλλὰ ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτόν· ἐὰν διψᾷ, πότιζε αὐτόν· τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.”
Therefore if thine enemy is hungry, feed him. If he is thirsty, give him to drink. For by doing this thou will heap coals of fire upon his head.
21 Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν.
Be thou not overcome by evil, but overcome evil by good.

< Προς Ρωμαιους 12 >