< Αποκαλυψις Ιωαννου 8 >

1 Καὶ ὅταν ἤνοιξεν τὴν σφραγῖδα τὴν ἑβδόμην, ἐγένετο σιγὴ ἐν τῷ οὐρανῷ ὡς ἡμίωρον.
And when He opened the seventh seal, there was silence in heaven for about half an hour:
2 Καὶ εἶδον τοὺς ἑπτὰ ἀγγέλους, οἳ ἐνώπιον τοῦ ˚Θεοῦ ἑστήκασιν, καὶ ἐδόθησαν αὐτοῖς ἑπτὰ σάλπιγγες.
and I saw the seven angels, that stood before God; and seven trumpets were given to them.
3 Καὶ ἄλλος ἄγγελος ἦλθεν καὶ ἐστάθη ἐπὶ τοῦ θυσιαστήριον, ἔχων λιβανωτὸν χρυσοῦν, καὶ ἐδόθη αὐτῷ θυμιάματα πολλὰ, ἵνα δώσει ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριον τὸ χρυσοῦν τὸ ἐνώπιον τοῦ θρόνου.
And another angel came and stood at the altar, having a golden censer; and there was given to Him much incense, that He might present it with the prayers of all the saints on the golden altar, which was before the throne.
4 Καὶ ἀνέβη ὁ καπνὸς τῶν θυμιαμάτων ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ ˚Θεοῦ.
And the smoke of the incense went up with the prayers of the saints, out of the hand of the angel, before God.
5 Καὶ εἴληφεν ὁ ἄγγελος τὸν λιβανωτόν, καὶ ἐγέμισεν αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου, καὶ ἔβαλεν εἰς τὴν γῆν· καὶ ἐγένοντο βρονταὶ, καὶ φωναὶ, καὶ ἀστραπαὶ, καὶ σεισμός.
And the angel took the censer, and filled it with fire of the altar, and cast it upon the earth: and there were voices, and thunders, and lightnings, and an earthquake.
6 Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ σάλπιγγας ἡτοίμασαν αὑτοὺς, ἵνα σαλπίσωσιν.
And the seven angels, that had the seven trumpets, prepared themselves to sound their trumpets.
7 Καὶ ὁ πρῶτος ἐσάλπισεν, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ἐν αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη, καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
And the first angel sounded his trumpet, and there was hail and fire mingled with blood, and it was cast down upon the earth: and a third part of the trees and every green herb was burnt up.
8 Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν, καὶ ὡς ὄρος μέγα πυρὶ καιόμενον, ἐβλήθη εἰς τὴν θάλασσαν· καὶ ἐγένετο τὸ τρίτον τῆς θαλάσσης αἷμα,
And the second angel sounded, and I saw as it were a great mountain on fire cast into the sea, and a third part of the sea became blood.
9 καὶ ἀπέθανε τὸ τρίτον τῶν κτισμάτων τῶν ἐν τῇ θαλάσσῃ τὰ ἔχοντα ψυχὴν, καὶ τὸ τρίτον τῶν πλοίων διεφθάρησαν.
And a third part of the creatures in the sea, that had life, died; and a third part of the ships were destroyed.
10 Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν, καὶ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ ἀστὴρ μέγας, καιόμενος ὡς λαμπάς, καὶ ἔπεσεν ἐπὶ τὸ τρίτον τῶν ποταμῶν, καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων,
And the third angel sounded, and there fell from heaven a great star burning like a torch, and it fell upon a third part of the rivers, and the fountains of waters: and the name of the star is Wormwood;
11 καὶ τὸ ὄνομα τοῦ ἀστέρος λέγεται ὁ Ἄψινθος. Καὶ ἐγένετο τὸ τρίτον τῶν ὑδάτων εἰς ἀψίνθιον, καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανον ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.
and a third part of the waters became as wormwood: and many men died of the waters, because they were bitter.
12 Καὶ ὁ τέταρτος ἄγγελος ἐσάλπισεν, καὶ ἐπλήγη τὸ τρίτον τοῦ ἡλίου, καὶ τὸ τρίτον τῆς σελήνης, καὶ τὸ τρίτον τῶν ἀστέρων, ἵνα σκοτισθῇ τὸ τρίτον αὐτῶν, καὶ ἡ ἡμέρα μὴ φάνῃ τὸ τρίτον αὐτῆς, καὶ ἡ νὺξ ὁμοίως.
And the fourth angel sounded, and a third part of the sun was smitten, and a third part of the moon, and a third part of the stars; so that the third part of them was darkened, and the day lost a third part of it's light, and the night likewise.
13 Καὶ εἶδον, καὶ ἤκουσα ἑνὸς ἀετοῦ πετομένου ἐν μεσουρανήματι, λέγοντος φωνῇ μεγάλῃ, “Οὐαὶ, οὐαὶ, οὐαὶ, τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς, ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγος τῶν τριῶν ἀγγέλων τῶν μελλόντων σαλπίζειν!”
And I beheld, and heard an angel flying in the midst of heaven saying with a loud voice, Wo, wo, wo to the inhabitants on the earth from the other voices of the trumpet of the three angels, that are yet to sound.

< Αποκαλυψις Ιωαννου 8 >