< Αποκαλυψις Ιωαννου 4 >
1 Μετὰ ταῦτα εἶδον, καὶ ἰδοὺ, θύρα ἠνεῳγμένη ἐν τῷ οὐρανῷ, καὶ ἡ φωνὴ ἡ πρώτη ἣν ἤκουσα ὡς σάλπιγγος λαλούσης μετʼ ἐμοῦ λέγων, “Ἀνάβα ὧδε, καὶ δείξω σοι ἃ δεῖ γενέσθαι μετὰ ταῦτα.”
2 Εὐθέως ἐγενόμην ἐν ˚Πνεύματι, καὶ ἰδοὺ, θρόνος ἔκειτο ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος,
3 καὶ ὁ καθήμενος ὅμοιος ὁράσει λίθῳ, ἰάσπιδι καὶ σαρδίῳ, καὶ ἶρις κυκλόθεν τοῦ θρόνου ὅμοιος ὁράσει σμαραγδίνῳ.
4 Καὶ κυκλόθεν τοῦ θρόνου θρόνους εἴκοσι τέσσαρες, καὶ ἐπὶ τοὺς εἴκοσι τέσσαρας θρόνους πρεσβυτέρους καθημένους, περιβεβλημένους ἱματίοις λευκοῖς, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνους χρυσοῦς.
5 Καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονται ἀστραπαὶ, καὶ φωναὶ, καὶ βρονταί. Καὶ ἑπτὰ λαμπάδες πυρὸς καιόμεναι ἐνώπιον τοῦ θρόνου, ἅ εστιν τὰ ἑπτὰ πνεύματα τοῦ ˚Θεοῦ·
6 καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου, τέσσαρα ζῷα, γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν.
7 Καὶ τὸ ζῷον τὸ πρῶτον ὅμοιον λέοντι, καὶ τὸ δεύτερον ζῷον ὅμοιον μόσχῳ, καὶ τὸ τρίτον ζῷον ἔχον τὸ πρόσωπον ὡς ἀνθρώπου, καὶ τὸ τέταρτον ζῷον ὅμοιον ἀετῷ πετομένῳ.
8 Καὶ τὰ τέσσαρα ζῷα, ἓν καθʼ ἓν αὐτῶν, ἔχων ἀνὰ πτέρυγας ἕξ, κυκλόθεν καὶ ἔσωθεν γέμουσιν ὀφθαλμῶν, καὶ ἀνάπαυσιν οὐκ ἔχουσιν ἡμέρας καὶ νυκτὸς λέγοντες, “‘Ἅγιος, Ἅγιος, Ἅγιος, ˚Κύριος ὁ ˚Θεός ὁ Παντοκράτωρ’, ὁ ἦν, καὶ ὁ ὢν, καὶ ὁ ἐρχόμενος.”
9 Καὶ ὅταν δώσουσιν τὰ ζῷα δόξαν, καὶ τιμὴν, καὶ εὐχαριστίαν, τῷ καθημένῳ ἐπὶ τῷ θρόνῳ, τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, (aiōn )
10 πεσοῦνται οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένου ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσιν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσιν τοὺς στεφάνους αὐτῶν ἐνώπιον τοῦ θρόνου λέγοντες, (aiōn )
11 “Ἄξιος εἶ, ὁ ˚Κύριος καὶ ὁ ˚Θεὸς ἡμῶν, λαβεῖν τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισας τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσαν, καὶ ἐκτίσθησαν.”