< Αποκαλυψις Ιωαννου 3 >
1 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σάρδεσιν ἐκκλησίας γράψον: ‘Τάδε λέγει ὁ ἔχων τὰ ἑπτὰ πνεύματα τοῦ ˚Θεοῦ καὶ τοὺς ἑπτὰ ἀστέρας: “Οἶδά σου τὰ ἔργα, ὅτι ὄνομα ἔχεις, ὅτι ζῇς, καὶ νεκρὸς εἶ.
“你要这样写信给撒狄教会的天使:那有着上帝七灵和七星的,这样说:我知道你所成就的,知道你看起来是活着的,其实你死了。
2 Γίνου γρηγορῶν, καὶ στήρισον τὰ λοιπὰ, ἃ ἔμελλον ἀποθανεῖν, οὐ γὰρ εὕρηκά σου ἔργα, πεπληρωμένα ἐνώπιον τοῦ ˚Θεοῦ μου.
快醒醒,让那些剩下来的、将要死的恢复活力;因为我发现,从我上帝的角度来看,你所做的事情并不完全。
3 Μνημόνευε οὖν πῶς εἴληφας καὶ ἤκουσας, καὶ τήρει καὶ μετανόησον. Ἐὰν οὖν μὴ γρηγορήσῃς, ἥξω ὡς κλέπτης, καὶ οὐ μὴ γνῷς ποίαν ὥραν ἥξω ἐπὶ σέ.
所以你应当提醒自己,想想这讯息如何抵达你那里,以及你听到的一切。遵守对你的教导,然后悔改。如果你不警醒,我就会像窃贼一样,我什么时候来到,你决不会知道。
4 Ἀλλὰ ἔχεις ὀλίγα ὀνόματα ἐν Σάρδεσιν, ἃ οὐκ ἐμόλυναν τὰ ἱμάτια αὐτῶν, καὶ περιπατήσουσιν μετʼ ἐμοῦ ἐν λευκοῖς, ὅτι ἄξιοί εἰσιν.
但你们中间有一些在撒狄的人,些人尚未玷污自己衣服,他们要身穿白衣与我同行,因为他们配得上。
5 Ὁ νικῶν, οὕτως περιβαλεῖται ἐν ἱματίοις λευκοῖς, καὶ οὐ μὴ ἐξαλείψω τὸ ὄνομα αὐτοῦ ἐκ τῆς βίβλου τῆς ζωῆς, καὶ ὁμολογήσω τὸ ὄνομα αὐτοῦ ἐνώπιον τοῦ Πατρός μου, καὶ ἐνώπιον τῶν ἀγγέλων αὐτοῦ.
那些获胜的,也必会这样身穿白衣,他们的名决不会从生命册中除去,我还要在我父和他的众天使面前,说他的名。
6 Ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ ˚Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.”’
如果你有耳朵,就要去听灵对众教会所说的。
7 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Φιλαδελφείᾳ ἐκκλησίας γράψον: ‘Τάδε λέγει ὁ Ἅγιος, ὁ Ἀληθινός, ὁ ἔχων τὴν κλεῖν Δαυίδ, ὁ ἀνοίγων καὶ οὐδεὶς κλείσει, καὶ κλείων καὶ οὐδεὶς ἀνοίγει:
要这样写给非拉铁非教会的天使:这些话,来自那圣洁而真实、拿着大卫钥匙的人,他打开的,没有人能关上;他关上的,没有人能打开。他这样说:
8 “Οἶδά σου τὰ ἔργα. Ἰδοὺ, δέδωκα ἐνώπιόν σου θύραν ἀνεῳγμένην, ἣν οὐδεὶς δύναται κλεῖσαι αὐτήν, ὅτι μικρὰν ἔχεις δύναμιν, καὶ ἐτήρησάς μου τὸν λόγον, καὶ οὐκ ἠρνήσω τὸ ὄνομά μου.
我知道你们所成就的。看,我已经为你们打开一道门,没有人能关上。我知道你只有一点点力量,也遵守我所说的,没有否认我。
9 Ἰδοὺ, διδῶ ἐκ τῆς συναγωγῆς τοῦ Σατανᾶ, τῶν λεγόντων ἑαυτοὺς Ἰουδαίους εἶναι, καὶ οὐκ εἰσὶν, ἀλλὰ ψεύδονται· ἰδοὺ, ποιήσω αὐτοὺς ἵνα ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιον τῶν ποδῶν σου, καὶ γνῶσιν ὅτι ἐγὼ ἠγάπησά σε.
从撒旦的会堂里,我会把那些自称是犹太人之人(其实不是,他们是骗子)的人带到你们面前,在你的脚前敬拜,让他们知道我爱你们。
10 Ὅτι ἐτήρησας τὸν λόγον τῆς ὑπομονῆς μου, κἀγώ σε τηρήσω ἐκ τῆς ὥρας τοῦ πειρασμοῦ τῆς μελλούσης ἔρχεσθαι ἐπὶ τῆς οἰκουμένης ὅλης, πειράσαι τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς.
因为你们遵守了我所说的,我就会在世界即将到来的、生活在人间之人会遭受的考验中,保护你们。
11 Ἔρχομαι ταχύ· κράτει ὃ ἔχεις, ἵνα μηδεὶς λάβῃ τὸν στέφανόν σου.
我很快就会到来!紧紧抓住你们现在所有的,不要让别人拿走你们的冠冕。
12 Ὁ νικῶν, ποιήσω αὐτὸν στῦλον ἐν τῷ ναῷ τοῦ ˚Θεοῦ μου, καὶ ἔξω οὐ μὴ ἐξέλθῃ ἔτι, καὶ γράψω ἐπʼ αὐτὸν τὸ ὄνομα τοῦ ˚Θεοῦ μου, καὶ τὸ ὄνομα τῆς πόλεως τοῦ ˚Θεοῦ μου, τῆς καινῆς Ἰερουσαλήμ, ἡ καταβαίνουσα ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ ˚Θεοῦ μου, καὶ τὸ ὄνομά μου τὸ καινόν.
那些得胜的,我会让他们在我上帝的圣殿中作立柱,他们决不再离开,我还要在他们身上写下我上帝的名、我上帝之城的名,就是那从天上、从我上帝处降下来的新耶路撒冷,写下我的新名。
13 Ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ ˚Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.”’
如果你有耳朵,就要去听灵对众教会所说的。
14 Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Λαοδικείᾳ ἐκκλησίας γράψον: ‘Τάδε λέγει ὁ Ἀμήν, ὁ μάρτυς ὁ πιστὸς καὶ ὁ ἀληθινός, ἡ ἀρχὴ τῆς κτίσεως τοῦ ˚Θεοῦ:
你要这样写给老底嘉教会的天使:那位阿门所说的、忠信真实的见证人,那上帝造物的最高统治者,这样说:
15 “Οἶδά σου τὰ ἔργα, ὅτι οὔτε ψυχρὸς εἶ οὔτε ζεστός. Ὄφελος ψυχρὸς ἦς ἢ ζεστός.
我知道你们所成就的,你们即不冷,也不热;但我还是希望你们热或者冷。
16 Οὕτως, ὅτι χλιαρὸς εἶ, καὶ οὔτε ζεστὸς οὔτε ψυχρός, μέλλω σε ἐμέσαι ἐκ τοῦ στόματός μου.
因为你好像温水,不热也不冷,所以我要把你从我口中吐出去。
17 Ὅτι λέγεις, ὅτι ‘Πλούσιός εἰμι, καὶ πεπλούτηκα, καὶ οὐδὲν χρείαν ἔχω’, καὶ οὐκ οἶδας ὅτι σὺ εἶ ὁ ταλαίπωρος, καὶ ἐλεεινὸς, καὶ πτωχὸς, καὶ τυφλὸς, καὶ γυμνός.
你们对自己说:我富足,我有财富,不需要任何东西。但你们不知道的是,你们其实是困苦、可怜、贫穷、瞎眼和赤裸。
18 Συμβουλεύω σοι ἀγοράσαι παρʼ ἐμοῦ χρυσίον πεπυρωμένον ἐκ πυρὸς, ἵνα πλουτήσῃς, καὶ ἱμάτια λευκὰ, ἵνα περιβάλῃ, καὶ μὴ φανερωθῇ ἡ αἰσχύνη τῆς γυμνότητός σου, καὶ κολλύριον ἐγχρῖσαι τοὺς ὀφθαλμούς σου, ἵνα βλέπῃς.
我建议你们从我这里购买由火精炼过得金子,这样你们才可能富足;穿上白衣,这样就能恰当地穿衣,不会赤身和感到羞耻;用药膏抹你们的眼睛,让你们可以看见。
19 Ἐγὼ ὅσους ἐὰν φιλῶ, ἐλέγχω καὶ παιδεύω· ζήλευε οὖν καὶ μετανόησον.
我会纠正和管教我所爱的;所以你们要诚心,要悔改。
20 Ἰδοὺ, ἕστηκα ἐπὶ τὴν θύραν καὶ κρούω· ἐάν τις ἀκούσῃ τῆς φωνῆς μου καὶ ἀνοίξῃ τὴν θύραν, εἰσελεύσομαι πρὸς αὐτὸν, καὶ δειπνήσω μετʼ αὐτοῦ, καὶ αὐτὸς μετʼ ἐμοῦ.
看,我站在门外敲门;如果有人听见我的声音后开门,我就会走进去与他们一起吃饭,他们与我在一起。
21 Ὁ νικῶν, δώσω αὐτῷ καθίσαι μετʼ ἐμοῦ ἐν τῷ θρόνῳ μου, ὡς κἀγὼ ἐνίκησα, καὶ ἐκάθισα μετὰ τοῦ Πατρός μου ἐν τῷ θρόνῳ αὐτοῦ.
我会让那些获胜的人与我一起,坐在我的宝座旁边,就像我获胜后坐在我父宝座旁边。
22 Ὁ ἔχων οὖς, ἀκουσάτω τί τὸ ˚Πνεῦμα λέγει ταῖς ἐκκλησίαις.”’”
如果你有耳朵,就要听圣灵对众教会所说的话。”