< Αποκαλυψις Ιωαννου 15 >
1 Καὶ εἶδον ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, μέγα καὶ θαυμαστόν, ἀγγέλους ἑπτὰ ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθη ὁ θυμὸς τοῦ ˚Θεοῦ.
I saw another great and marvelous sign in the sky: seven angels having the seven last plagues, for in them God's wrath is finished.
2 Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου, καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ, καὶ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ ˚Θεοῦ.
I saw something like a sea of glass mixed with fire, and those who overcame the beast, his image, and the number of his name, standing on the sea of glass, having harps of God.
3 Καὶ ᾄδουσιν τὴν ᾠδὴν Μωϋσέως, τοῦ δούλου τοῦ ˚Θεοῦ, καὶ τὴν ᾠδὴν τοῦ Ἀρνίου λέγοντες, “Μεγάλα καὶ θαυμαστὰ τὰ ἔργα σου, ˚Κύριε ὁ ˚Θεός ὁ Παντοκράτωρ! Δίκαιαι καὶ ἀληθιναὶ αἱ ὁδοί σου, ὁ Βασιλεὺς τῶν αἰώνων.
They sang the song of Moses, the servant of God, and the song of the Lamb, saying, "Great and marvelous are your works, Lord God Almighty. Righteous and true are your ways, King of the nations.
4 Τίς οὐ μὴ φοβηθῇ, ˚Κύριε, καὶ δοξάσει τὸ ὄνομά σου, ὅτι μόνος ὅσιος; ‘Ὅτι πάντα τὰ ἔθνη ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου’, ὅτι τὰ δικαιώματά σου ἐφανερώθησαν.”
Who would not fear you, Lord, and glorify your name? For you only are holy. For all the nations will come and worship before you. For your righteous acts have been revealed."
5 Καὶ μετὰ ταῦτα εἶδον, καὶ ἠνοίγη ὁ ναὸς τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν τῷ οὐρανῷ,
After these things I looked, and the temple of the tabernacle of the testimony in heaven was opened.
6 καὶ ἐξῆλθον οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντες τὰς ἑπτὰ πληγὰς ἐκ τοῦ ναοῦ, ἐνδεδυμένοι λίθον καθαρὸν λαμπρὸν, καὶ περιεζωσμένοι περὶ τὰ στήθη ζώνας χρυσᾶς.
The seven angels came out of the temple who had the seven plagues, clothed with pure, bright linen, and wearing golden sashes around their chests.
7 Καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴων ἔδωκεν τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλας χρυσᾶς, γεμούσας τοῦ θυμοῦ τοῦ ˚Θεοῦ, τοῦ ζῶντος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn )
One of the four living creatures gave to the seven angels seven golden bowls full of the wrath of God, who lives forever and ever. (aiōn )
8 Καὶ ἐγεμίσθη ὁ ναὸς καπνοῦ ἐκ τῆς δόξης τοῦ ˚Θεοῦ, καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατο εἰσελθεῖν εἰς τὸν ναὸν, ἄχρι τελεσθῶσιν αἱ ἑπτὰ πληγαὶ τῶν ἑπτὰ ἀγγέλων.
The temple was filled with smoke from the glory of God, and from his power. No one was able to enter into the temple, until the seven plagues of the seven angels would be finished.