< Αποκαλυψις Ιωαννου 10 >
1 Καὶ εἶδον ἄλλον ἄγγελον ἰσχυρὸν, καταβαίνοντα ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένον νεφέλην, καὶ ἡ ἶρις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοι πυρός,
I saw another mighty angel coming down out of the sky, clothed with a cloud. A rainbow was on his head. His face was like the sun, and his legs like pillars of fire.
2 καὶ ἔχων ἐν τῇ χειρὶ αὐτοῦ βιβλαρίδιον ἠνεῳγμένον. Καὶ ἔθηκεν τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς,
He had in his hand a little open scroll. He set his right foot on the sea, and his left on the land.
3 καὶ ἔκραξεν φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. Καὶ ὅτε ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς.
He shouted with a loud voice, as a lion roars. When he shouted, the seven thunders uttered their voices.
4 Καὶ ὅτε ἐλάλησαν αἱ ἑπτὰ βρονταί, ἤμελλον γράφειν, καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν, “Σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταί, καὶ μὴ αὐτὰ γράψῃς.”
When the seven thunders sounded, I was about to write; but I heard a voice from the sky saying, "Seal up the things which the seven thunders said, and do not write them."
5 Καὶ ὁ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρεν τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν,
The angel whom I saw standing on the sea and on the land lifted up his right hand to the sky,
6 καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, “ὃς ἔκτισεν τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ, καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ”, ὅτι χρόνος οὐκέτι ἔσται! (aiōn )
and swore by him who lives forever and ever, who created heaven and the things that are in it, the earth and the things that are in it, and the sea and the things that are in it, that there will no longer be delay, (aiōn )
7 Ἀλλʼ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμου ἀγγέλου, ὅταν μέλλῃ σαλπίζειν, καὶ ἐτελέσθη τὸ μυστήριον τοῦ ˚Θεοῦ, ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους, τοὺς προφήτας.
but in the days of the voice of the seventh angel, when he is about to sound, then the mystery of God is finished, as he declared to his servants, the prophets.
8 Καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν λαλοῦσαν μετʼ ἐμοῦ, καὶ λέγουσαν, “Ὕπαγε, λάβε τὸ βιβλίον τὸ ἠνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου, τοῦ ἑστῶτος ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.”
The voice which I heard from heaven, again speaking with me, said, "Go, take the scroll which is open in the hand of the angel who stands on the sea and on the land."
9 Καὶ ἀπῆλθα πρὸς τὸν ἄγγελον, λέγων αὐτῷ δοῦναί μοι τὸ βιβλαρίδιον. Καὶ λέγει μοι, “Λάβε καὶ κατάφαγε αὐτό, καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλʼ ἐν τῷ στόματί σου, ἔσται γλυκὺ ὡς μέλι.”
I went to the angel, telling him to give me the little scroll. He said to me, "Take it, and eat it up. It will make your stomach bitter, but in your mouth it will be as sweet as honey."
10 Καὶ ἔλαβον τὸ βιβλαρίδιον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου, καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου.
I took the little scroll out of the angel's hand, and ate it up. It was as sweet as honey in my mouth. When I had eaten it, my stomach was made bitter.
11 Καὶ λέγουσίν μοι, “Δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς, καὶ ἔθνεσιν, καὶ γλώσσαις, καὶ βασιλεῦσιν πολλοῖς.”
They told me, "You must prophesy again about many peoples, nations, languages, and kings."