< Προς Φιλημονα 1 >
1 Παῦλος, δέσμιος ˚Χριστοῦ ˚Ἰησοῦ, καὶ Τιμόθεος, ὁ ἀδελφὸς, Φιλήμονι, τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν,
παυλοσ δεσμιοσ χριστου ιησου και τιμοθεοσ ο αδελφοσ φιλημονι τω αγαπητω και συνεργω ημων
2 καὶ Ἀπφίᾳ, τῇ ἀδελφῇ, καὶ Ἀρχίππῳ, τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατʼ οἶκόν σου ἐκκλησίᾳ:
και απφια τη αγαπητη και αρχιππω τω συστρατιωτη ημων και τη κατ οικον σου εκκλησια
3 χάρις ὑμῖν καὶ εἰρήνη, ἀπὸ ˚Θεοῦ Πατρὸς ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.
χαρισ υμιν και ειρηνη απο θεου πατροσ ημων και κυριου ιησου χριστου
4 Εὐχαριστῶ τῷ ˚Θεῷ μου πάντοτε, μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
ευχαριστω τω θεω μου παντοτε μνειαν σου ποιουμενοσ επι των προσευχων μου
5 ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις εἰς τὸν ˚Κύριον ˚Ἰησοῦν, καὶ εἰς πάντας τοὺς ἁγίους,
ακουων σου την αγαπην και την πιστιν ην εχεισ προσ τον κυριον ιησουν και εισ παντασ τουσ αγιουσ
6 ὅπως ἡ κοινωνία τῆς πίστεώς σου, ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς ˚Χριστόν.
οπωσ η κοινωνια τησ πιστεωσ σου ενεργησ γενηται εν επιγνωσει παντοσ αγαθου του εν ημιν εισ χριστον ιησουν
7 Χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν, ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
χαριν γαρ εχομεν πολλην και παρακλησιν επι τη αγαπη σου οτι τα σπλαγχνα των αγιων αναπεπαυται δια σου αδελφε
8 Διό, πολλὴν ἐν ˚Χριστῷ παρρησίαν ἔχων, ἐπιτάσσειν σοι τὸ ἀνῆκον,
διο πολλην εν χριστω παρρησιαν εχων επιτασσειν σοι το ανηκον
9 διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ τοιοῦτος ὢν, ὡς Παῦλος (πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος ˚Χριστοῦ ˚Ἰησοῦ),
δια την αγαπην μαλλον παρακαλω τοιουτοσ ων ωσ παυλοσ πρεσβυτησ νυνι δε και δεσμιοσ ιησου χριστου
10 παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς, Ὀνήσιμον,
παρακαλω σε περι του εμου τεκνου ον εγεννησα εν τοισ δεσμοισ μου ονησιμον
11 τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον,
τον ποτε σοι αχρηστον νυνι δε σοι και εμοι ευχρηστον ον ανεπεμψα
12 ὃν ἀνέπεμψά σοι αὐτόν, τοῦτʼ ἔστιν τὰ ἐμὰ σπλάγχνα,
συ δε αυτον τουτ εστιν τα εμα σπλαγχνα προσλαβου
13 ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου,
ον εγω εβουλομην προσ εμαυτον κατεχειν ινα υπερ σου διακονη μοι εν τοισ δεσμοισ του ευαγγελιου
14 χωρὶς δὲ τῆς σῆς γνώμης, οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον.
χωρισ δε τησ σησ γνωμησ ουδεν ηθελησα ποιησαι ινα μη ωσ κατα αναγκην το αγαθον σου η αλλα κατα εκουσιον
15 Τάχα γὰρ διὰ τοῦτο, ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, (aiōnios )
ταχα γαρ δια τουτο εχωρισθη προσ ωραν ινα αιωνιον αυτον απεχησ (aiōnios )
16 οὐκέτι ὡς δοῦλον, ἀλλʼ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί πόσῳ δὲ μᾶλλον σοὶ, καὶ ἐν σαρκὶ καὶ ἐν ˚Κυρίῳ.
ουκετι ωσ δουλον αλλ υπερ δουλον αδελφον αγαπητον μαλιστα εμοι ποσω δε μαλλον σοι και εν σαρκι και εν κυριω
17 Εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
ει ουν με εχεισ κοινωνον προσλαβου αυτον ωσ εμε
18 Εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα.
ει δε τι ηδικησεν σε η οφειλει τουτο εμοι ελλογει
19 Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
εγω παυλοσ εγραψα τη εμη χειρι εγω αποτισω ινα μη λεγω σοι οτι και σεαυτον μοι προσοφειλεισ
20 Ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν ˚Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν ˚Χριστῷ.
ναι αδελφε εγω σου οναιμην εν κυριω αναπαυσον μου τα σπλαγχνα εν κυριω
21 Πεποιθὼς τῇ ὑπακοῇ σου, ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω, ποιήσεις.
πεποιθωσ τη υπακοη σου εγραψα σοι ειδωσ οτι και υπερ ο λεγω ποιησεισ
22 Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν, χαρισθήσομαι ὑμῖν.
αμα δε και ετοιμαζε μοι ξενιαν ελπιζω γαρ οτι δια των προσευχων υμων χαρισθησομαι υμιν
23 Ἀσπάζεταί σε Ἐπαφρᾶς, ὁ συναιχμάλωτός μου ἐν ˚Χριστῷ ˚Ἰησοῦ,
ασπαζονται σε επαφρασ ο συναιχμαλωτοσ μου εν χριστω ιησου
24 Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
μαρκοσ αρισταρχοσ δημασ λουκασ οι συνεργοι μου
25 Ἡ χάρις τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν!
η χαρισ του κυριου ημων ιησου χριστου μετα του πνευματοσ υμων αμην