< Κατα Ματθαιον 8 >
1 Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί.
And when he came down from the mountain, large crowds followed him.
2 Καὶ ἰδοὺ, λεπρὸς προσελθὼν, προσεκύνει αὐτῷ λέγων, “˚Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.”
And look, a leper came to him and worshiped him, saying, "Lord, if you want to, you can make me clean."
3 Καὶ ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ λέγων, “Θέλω, καθαρίσθητι.” Καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
And he stretched out his hand, and touched him, saying, "I am willing. Be cleansed." And immediately his leprosy was cleansed.
4 Καὶ λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν, δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.”
And Jesus said to him, "See that you tell nobody, but go, show yourself to the priest, and offer the gift that Moses commanded, as a testimony to them."
5 Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν
And when he came into Capernaum, a centurion came to him, asking him,
6 καὶ λέγων, ˚Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.
and saying, "Lord, my servant lies in the house paralyzed, grievously tormented."
7 Καὶ λέγει αὐτῷ, “Ἐγὼ ἐλθὼν, θεραπεύσω αὐτόν.”
And he said to him, "I will come and heal him."
8 Ἀποκριθεὶς δὲ ὁ ἑκατόνταρχος ἔφη, “˚Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου.
And the centurion answered, "Lord, I'm not worthy for you to come under my roof. Just say the word, and my servant will be healed.
9 Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπʼ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, ‘Πορεύθητι’, καὶ πορεύεται, καὶ ἄλλῳ, ‘Ἔρχου’, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ‘Ποίησον τοῦτο’, καὶ ποιεῖ.”
For I am also a man under authority, having under myself soldiers. I tell this one, 'Go,' and he goes; and tell another, 'Come,' and he comes; and tell my servant, 'Do this,' and he does it."
10 Ἀκούσας δὲ, ὁ ˚Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν, “Ἀμὴν, λέγω ὑμῖν, παρʼ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον.
And when Jesus heard it, he was amazed, and said to those who followed, "Truly I tell you, I have not found so great a faith with anyone in Israel.
11 Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν·
And I tell you that many will come from the east and the west, and will sit down with Abraham, and Isaac, and Jacob in the kingdom of heaven,
12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον, ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.”
but the children of the Kingdom will be thrown out into the outer darkness. There will be weeping and grinding of teeth."
13 Καὶ εἶπεν ὁ ˚Ἰησοῦς τῷ ἑκατοντάρχῃ, “Ὕπαγε, ὡς ἐπίστευσας, γενηθήτω σοι.” Καὶ ἰάθη ὁ παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ.
And Jesus said to the centurion, "Go your way. Let it be done for you as you have believed." And the servant was healed in that hour.
14 Καὶ ἐλθὼν ὁ ˚Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν,
And when Jesus came into Peter's house, he saw his mother-in-law lying sick with a fever.
15 καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη, καὶ διηκόνει αὐτῷ.
So he touched her hand, and the fever left her. She got up and served him.
16 Ὀψίας δὲ γενομένης, προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας, ἐθεράπευσεν·
And when evening came, they brought to him many possessed with demons. He cast out the spirits with a word, and healed all who were sick;
17 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος, “Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.”
that it might be fulfilled which was spoken through Isaiah the prophet, saying, "He took our infirmities, and bore our diseases."
18 Ἰδὼν δὲ ὁ ˚Ἰησοῦς ὄχλον περὶ αὐτὸν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.
Now when Jesus saw large crowds around him, he gave the order to depart to the other side.
19 Καὶ προσελθὼν, εἷς γραμματεὺς εἶπεν αὐτῷ, “Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.”
Then a scribe came, and said to him, "Teacher, I will follow you wherever you go."
20 Καὶ λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.”
And Jesus said to him, "The foxes have holes, and the birds of the sky have nests, but the Son of Man has nowhere to lay his head."
21 Ἕτερος δὲ τῶν μαθητῶν εἶπεν αὐτῷ, “˚Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.”
And another of the disciples said to him, "Lord, allow me first to go and bury my father."
22 Ὁ δὲ ˚Ἰησοῦς λέγει αὐτῷ, “Ἀκολούθει μοι καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.”
But Jesus said to him, "Follow me, and leave the dead to bury their own dead."
23 Καὶ ἐμβάντι αὐτῷ εἰς πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
And when he got into a boat, his disciples followed him.
24 Καὶ ἰδοὺ, σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων, αὐτὸς δὲ ἐκάθευδεν.
And look, a violent storm came up on the sea, so much that the boat was covered with the waves, but he was asleep.
25 Καὶ προσελθόντες, ἤγειραν αὐτὸν λέγοντες, “˚Κύριε, σῶσον, ἀπολλύμεθα!”
They came to him, and woke him up, saying, "Save us, Lord. We are dying."
26 Καὶ λέγει αὐτοῖς, “Τί δειλοί ἐστε, ὀλιγόπιστοι;” Τότε ἐγερθεὶς, ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
And he said to them, "Why are you fearful, O you of little faith?" Then he got up, rebuked the wind and the sea, and there was a great calm.
27 Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες, “Ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;”
And the men were amazed, saying, "What kind of person is this, that even the wind and the sea obey him?"
28 Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
And when he came to the other side, into the country of the Gadarenes, two people possessed by demons met him there, coming out of the tombs, exceedingly fierce, so that nobody could pass that way.
29 Καὶ ἰδοὺ, ἔκραξαν λέγοντες, “Τί ἡμῖν καὶ σοί, Υἱὲ τοῦ ˚Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;”
And look, they shouted, saying, "What do we have to do with you, Son of God? Have you come here to torment us before the time?"
30 Ἦν δὲ μακρὰν ἀπʼ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
Now there was a herd of many pigs feeding far away from them.
31 Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες, “Εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων.”
And the demons begged him, saying, "If you cast us out, permit us to go away into the herd of pigs."
32 Καὶ εἶπεν αὐτοῖς, “Ὑπάγετε.” Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους· καὶ ἰδοὺ, ὥρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
And he said to them, "Go." And they came out, and went into the pigs, and look, the whole herd rushed down the cliff into the sea, and died in the water.
33 Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν, ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
And those who fed them fled, and went away into the city, and told everything, including what happened to those who were possessed with demons.
34 Καὶ ἰδοὺ, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ ˚Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν, παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.
And look, all the city came out to meet Jesus. And when they saw him, they pleaded with him to leave their region.