< Κατα Ματθαιον 24 >
1 Καὶ ἐξελθὼν ὁ ˚Ἰησοῦς ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ, ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ.
και εξελθων ο ιησουσ επορευετο απο του ιερου και προσηλθον οι μαθηται αυτου επιδειξαι αυτω τασ οικοδομασ του ιερου
2 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Οὐ βλέπετε ταῦτα πάντα; Ἀμὴν, λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον, ὃς οὐ καταλυθήσεται.”
ο δε ιησουσ ειπεν αυτοισ ου βλεπετε παντα ταυτα αμην λεγω υμιν ου μη αφεθη ωδε λιθοσ επι λιθον οσ ου καταλυθησεται
3 Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατʼ ἰδίαν λέγοντες, “Εἰπὲ ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας καὶ συντελείας τοῦ αἰῶνος;” (aiōn )
καθημενου δε αυτου επι του ορουσ των ελαιων προσηλθον αυτω οι μαθηται κατ ιδιαν λεγοντεσ ειπε ημιν ποτε ταυτα εσται και τι το σημειον τησ σησ παρουσιασ και τησ συντελειασ του αιωνοσ (aiōn )
4 Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ.
και αποκριθεισ ο ιησουσ ειπεν αυτοισ βλεπετε μη τισ υμασ πλανηση
5 Πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες, ‘Ἐγώ εἰμι ὁ ˚Χριστός’, καὶ πολλοὺς πλανήσουσιν.
πολλοι γαρ ελευσονται επι τω ονοματι μου λεγοντεσ εγω ειμι ο χριστοσ και πολλουσ πλανησουσιν
6 Μελλήσετε δὲ ἀκούειν πολέμους, καὶ ἀκοὰς πολέμων. Ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ γὰρ γενέσθαι, ἀλλʼ οὔπω ἐστὶν τὸ τέλος.
μελλησετε δε ακουειν πολεμουσ και ακοασ πολεμων ορατε μη θροεισθε δει γαρ παντα γενεσθαι αλλ ουπω εστιν το τελοσ
7 Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται λιμοὶ καὶ σεισμοὶ κατὰ τόπους.
εγερθησεται γαρ εθνοσ επι εθνοσ και βασιλεια επι βασιλειαν και εσονται λιμοι και λοιμοι και σεισμοι κατα τοπουσ
8 Πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
παντα δε ταυτα αρχη ωδινων
9 Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν, καὶ ἀποκτενοῦσιν ὑμᾶς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν, διὰ τὸ ὄνομά μου.
τοτε παραδωσουσιν υμασ εισ θλιψιν και αποκτενουσιν υμασ και εσεσθε μισουμενοι υπο παντων των εθνων δια το ονομα μου
10 Καὶ τότε σκανδαλισθήσονται πολλοὶ, καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους.
και τοτε σκανδαλισθησονται πολλοι και αλληλουσ παραδωσουσιν και μισησουσιν αλληλουσ
11 Καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς.
και πολλοι ψευδοπροφηται εγερθησονται και πλανησουσιν πολλουσ
12 Καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
και δια το πληθυνθηναι την ανομιαν ψυγησεται η αγαπη των πολλων
13 Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
ο δε υπομεινασ εισ τελοσ ουτοσ σωθησεται
14 Καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ, εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
και κηρυχθησεται τουτο το ευαγγελιον τησ βασιλειασ εν ολη τη οικουμενη εισ μαρτυριον πασιν τοισ εθνεσιν και τοτε ηξει το τελοσ
15 Ὅταν οὖν ἴδητε ‘τὸ βδέλυγμα τῆς ἐρημώσεως’, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὸς ἐν τόπῳ ἁγίῳ (ὁ ἀναγινώσκων νοείτω),
οταν ουν ιδητε το βδελυγμα τησ ερημωσεωσ το ρηθεν δια δανιηλ του προφητου εστωσ εν τοπω αγιω ο αναγινωσκων νοειτω
16 τότε οἱ ἐν τῇ Ἰουδαίᾳ, φευγέτωσαν εἰς τὰ ὄρη,
τοτε οι εν τη ιουδαια φευγετωσαν επι τα ορη
17 ὁ ἐπὶ τοῦ δώματος, μὴ καταβάτω ἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,
ο επι του δωματοσ μη καταβαινετω αραι τα εκ τησ οικιασ αυτου
18 καὶ ὁ ἐν τῷ ἀγρῷ, μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ.
και ο εν τω αγρω μη επιστρεψατω οπισω αραι τα ιματια αυτου
19 Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις, καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
ουαι δε ταισ εν γαστρι εχουσαισ και ταισ θηλαζουσαισ εν εκειναισ ταισ ημεραισ
20 Προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος, μηδὲ Σαββάτῳ.
προσευχεσθε δε ινα μη γενηται η φυγη υμων χειμωνοσ μηδε σαββατω
21 Ἔσται γὰρ τότε θλῖψις μεγάλη, οἵα οὐ γέγονεν ἀπʼ ἀρχῆς κόσμου ἕως τοῦ νῦν, οὐδʼ οὐ μὴ γένηται.
εσται γαρ τοτε θλιψισ μεγαλη οια ου γεγονεν απ αρχησ κοσμου εωσ του νυν ουδ ου μη γενηται
22 Καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ, διὰ δὲ τοὺς ἐκλεκτοὺς, κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.
και ει μη εκολοβωθησαν αι ημεραι εκειναι ουκ αν εσωθη πασα σαρξ δια δε τουσ εκλεκτουσ κολοβωθησονται αι ημεραι εκειναι
23 Τότε ἐάν τις ὑμῖν εἴπῃ, ‘Ἰδοὺ, ὧδε ὁ ˚Χριστός’, ἤ ‘Ὧδε’, μὴ πιστεύσητε.
τοτε εαν τισ υμιν ειπη ιδου ωδε ο χριστοσ η ωδε μη πιστευσητε
24 Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα, ὥστε πλανῆσαι εἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς.
εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια μεγαλα και τερατα ωστε πλανησαι ει δυνατον και τουσ εκλεκτουσ
26 Ἐὰν οὖν εἴπωσιν ὑμῖν, ‘Ἰδοὺ, ἐν τῇ ἐρήμῳ ἐστίν’, μὴ ἐξέλθητε. ‘Ἰδοὺ, ἐν τοῖς ταμείοις’, μὴ πιστεύσητε.
εαν ουν ειπωσιν υμιν ιδου εν τη ερημω εστιν μη εξελθητε ιδου εν τοισ ταμειοισ μη πιστευσητε
27 Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.
ωσπερ γαρ η αστραπη εξερχεται απο ανατολων και φαινεται εωσ δυσμων ουτωσ εσται και η παρουσια του υιου του ανθρωπου
28 Ὅπου ἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
οπου γαρ εαν η το πτωμα εκει συναχθησονται οι αετοι
29 Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων, ‘ὁ ἥλιος σκοτισθήσεται καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς’, ‘καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ’, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
ευθεωσ δε μετα την θλιψιν των ημερων εκεινων ο ηλιοσ σκοτισθησεται και η σεληνη ου δωσει το φεγγοσ αυτησ και οι αστερεσ πεσουνται απο του ουρανου και αι δυναμεισ των ουρανων σαλευθησονται
30 Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου ἐν οὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ὄψονται ‘τὸν Υἱὸν τοῦ Ἀνθρώπου, ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ’ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
και τοτε φανησεται το σημειον του υιου του ανθρωπου εν τω ουρανω και τοτε κοψονται πασαι αι φυλαι τησ γησ και οψονται τον υιον του ανθρωπου ερχομενον επι των νεφελων του ουρανου μετα δυναμεωσ και δοξησ πολλησ
31 Καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ ‘σάλπιγγος φωνῆς μεγάλης, καὶ ἐπισυνάξουσιν’ τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπʼ ἄκρων οὐρανῶν ἕως ἄκρων αὐτῶν.
και αποστελει τουσ αγγελουσ αυτου μετα σαλπιγγοσ φωνησ μεγαλησ και επισυναξουσιν τουσ εκλεκτουσ αυτου εκ των τεσσαρων ανεμων απ ακρων ουρανων εωσ ακρων αυτων
32 Ἀπὸ δὲ τῆς συκῆς, μάθετε τὴν παραβολήν: ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος.
απο δε τησ συκησ μαθετε την παραβολην οταν ηδη ο κλαδοσ αυτησ γενηται απαλοσ και τα φυλλα εκφυη γινωσκετε οτι εγγυσ το θεροσ
33 Οὕτως καὶ ὑμεῖς ὅταν ἴδητε ταῦτα πάντα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
ουτωσ και υμεισ οταν ιδητε ταυτα παντα γινωσκετε οτι εγγυσ εστιν επι θυραισ
34 Ἀμὴν, λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, ἕως ἂν πάντα ταῦτα γένηται.
αμην λεγω υμιν ου μη παρελθη η γενεα αυτη εωσ αν παντα ταυτα γενηται
35 Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
ο ουρανοσ και η γη παρελευσονται οι δε λογοι μου ου μη παρελθωσιν
36 Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατὴρ μόνος.
περι δε τησ ημερασ εκεινησ και ωρασ ουδεισ οιδεν ουδε οι αγγελοι των ουρανων ει μη ο πατηρ μου μονοσ
37 Ὥσπερ γὰρ αἱ ἡμέραι τοῦ Νῶε, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.
ωσπερ δε αι ημεραι του νωε ουτωσ εσται και η παρουσια του υιου του ανθρωπου
38 Ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ γαμίζοντες, ἄχρι ἧς ἡμέρας εἰσῆλθεν, Νῶε εἰς τὴν κιβωτόν.
ωσπερ γαρ ησαν εν ταισ ημεραισ ταισ προ του κατακλυσμου τρωγοντεσ και πινοντεσ γαμουντεσ και εκγαμιζοντεσ αχρι ησ ημερασ εισηλθεν νωε εισ την κιβωτον
39 Καὶ οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται ἡ παρουσία τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου.
και ουκ εγνωσαν εωσ ηλθεν ο κατακλυσμοσ και ηρεν απαντασ ουτωσ εσται και η παρουσια του υιου του ανθρωπου
40 Τότε ἔσονται δύο ἐν τῷ ἀγρῷ, εἷς παραλαμβάνεται, καὶ εἷς ἀφίεται.
τοτε δυο εσονται εν τω αγρω ο εισ παραλαμβανεται και ο εισ αφιεται
41 Δύο ἀλήθουσαι ἐν τῷ μύλῳ, μία παραλαμβάνεται, καὶ μία ἀφίεται.
δυο αληθουσαι εν τω μυλωνι μια παραλαμβανεται και μια αφιεται
42 Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ἡμέρᾳ ὁ ˚Κύριος ὑμῶν ἔρχεται.
γρηγορειτε ουν οτι ουκ οιδατε ποια ωρα ο κυριοσ υμων ερχεται
43 Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης, ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν, καὶ οὐκ ἂν εἴασεν διορυγῆναι τὴν οἰκίαν αὐτοῦ.
εκεινο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτησ ποια φυλακη ο κλεπτησ ερχεται εγρηγορησεν αν και ουκ αν ειασεν διορυγηναι την οικιαν αυτου
44 Διὰ τοῦτο καὶ, ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ οὐ δοκεῖτε ὥρᾳ, ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἔρχεται.
δια τουτο και υμεισ γινεσθε ετοιμοι οτι η ωρα ου δοκειτε ο υιοσ του ανθρωπου ερχεται
45 Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος ἐπὶ τῆς οἰκετείας αὐτοῦ, τοῦ δοῦναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
τισ αρα εστιν ο πιστοσ δουλοσ και φρονιμοσ ον κατεστησεν ο κυριοσ αυτου επι τησ θεραπειασ αυτου του διδοναι αυτοισ την τροφην εν καιρω
46 Μακάριος ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτως ποιοῦντα.
μακαριοσ ο δουλοσ εκεινοσ ον ελθων ο κυριοσ αυτου ευρησει ποιουντα ουτωσ
47 Ἀμὴν, λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ, καταστήσει αὐτόν.
αμην λεγω υμιν οτι επι πασιν τοισ υπαρχουσιν αυτου καταστησει αυτον
48 Ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ, ‘Χρονίζει μου ὁ κύριος’,
εαν δε ειπη ο κακοσ δουλοσ εκεινοσ εν τη καρδια αυτου χρονιζει ο κυριοσ μου ελθειν
49 καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ μετὰ τῶν μεθυόντων,
και αρξηται τυπτειν τουσ συνδουλουσ εσθιειν δε και πινειν μετα των μεθυοντων
50 ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ, καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
ηξει ο κυριοσ του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γινωσκει
51 καὶ διχοτομήσει αὐτὸν, καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
και διχοτομησει αυτον και το μεροσ αυτου μετα των υποκριτων θησει εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων