< Κατα Ματθαιον 23 >

1 Τότε ὁ ˚Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ
Then spake Jesus to the people and to his disciples, saying,
2 λέγων, “Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι.
The scribes and pharisees sit in the seat of Moses:
3 Πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν, ποιήσατε καὶ τηρεῖτε, κατὰ δὲ τὰ ἔργα αὐτῶν, μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν.
observe therefore and do all things whatsoever they tell you to observe; but do not ye according to their works, for they say and do not:
4 Δεσμεύουσιν δὲ φορτία βαρέα καὶ δυσβάστακτα, καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, αὐτοὶ δὲ τῷ δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά.
for they bind grievous and intolerable burthens, and impose them upon men; but they themselves will not put a finger to them:
5 Πάντα δὲ τὰ ἔργα αὐτῶν, ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις. Πλατύνουσι γὰρ τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ κράσπεδα.
but they do all their works to be seen by men; they make their phylacteries broad, and enlarge the fringes of their garments,
6 Φιλοῦσι δὲ τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις, καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς,
and love the uppermost places at feasts,
7 καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων, ‘Ῥαββί’.
and the chief seats in the synagogues, and salutations in public assemblies, and to be called by men Rabbi, Rabbi.
8 Ὑμεῖς δὲ μὴ κληθῆτε ‘Ῥαββί’, εἷς γάρ ἐστιν ὑμῶν ὁ καθηγητὴς, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε.
But be not ye called Rabbi; for one is your instructor even Christ, and ye are all brethren.
9 Καὶ ‘Πατέρα’ μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ὑμῶν ὁ Πατὴρ ὁ οὐράνιος.
Neither call any man upon earth Father; for one is your Father, who is in heaven:
10 Μηδὲ κληθῆτε ‘Καθηγηταί’, ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς, ὁ ˚Χριστός.
neither be ye called masters; for one is your master, even Christ.
11 Ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος.
But let him that is greatest among you be your minister: and whosoever will exalt himself shall be abased,
12 Ὅστις δὲ ὑψώσει ἑαυτὸν, ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν, ὑψωθήσεται.
and whosoever will humble himself shall be exalted.
13 Οὐαὶ δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί! Ὅτι κλείετε τὴν Βασιλείαν τῶν Οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε εἰσελθεῖν.
But wo unto you scribes and pharisees, hypocrites, who shut up the kingdom of heaven against men: for ye neither go in yourselves, nor suffer those that are entering to go in.
Wo unto you scribes and pharisees, hypocrites; for ye devour widows houses, and for a cover make long prayers: therefore ye shall receive the heavier judgement.
15 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί! Ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται, ποιεῖτε αὐτὸν υἱὸν Γεέννης διπλότερον ὑμῶν. (Geenna g1067)
Wo unto you scribes and pharisees, hypocrites: for ye compass sea and land to make a proselyte, and when he is gained, ye make him more the child of hell than yourselves. (Geenna g1067)
16 Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ, οἱ λέγοντες, ‘Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει.’
Wo unto you, ye blind guides, who say, If any one swear by the temple, it is nothing;
17 Μωροὶ καὶ τυφλοί! Τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ἁγιάσας τὸν χρυσόν;
but if any man swear by the gold of the temple, the oath is binding. Foolish and blind creatures! for which is greater, the gold, or the temple that sanctifieth the gold?
18 Καί, ‘Ὃς ἂν ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει.’
And, If any one swear by the altar, it is nothing; but if any one swear by the gift upon it, he is bound.
19 Μωροὶ καὶ τυφλοί! Τί γὰρ μεῖζον, τὸ δῶρον, ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον;
O foolish and blind! for which is greater, the gift, or the altar which sanctifieth the gift?
20 Ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ, ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ.
He then, that sweareth by the altar, sweareth by it and by all things upon it:
21 Καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ, ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ κατοικοῦντι αὐτόν.
and he, that sweareth by the temple, sweareth by it, and by Him that dwelleth in it:
22 Καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ, ὀμνύει ἐν τῷ θρόνῳ τοῦ ˚Θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
and he, that sweareth by heaven, sweareth by the throne of God, and by Him that sitteth upon it.
23 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί! Ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον, καὶ τὸ ἄνηθον, καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου: τὴν κρίσιν, καὶ τὸ ἔλεος, καὶ τὴν πίστιν. Ταῦτα δὲ ἔδει ποιῆσαι, κἀκεῖνα μὴ ἀφεῖναι.
Wo unto you scribes and pharisees, hypocrites, who tithe even your mint, and anise, and cummin, but neglect the weightier matters of the law, judgement, mercy, and fidelity: these ye ought undoubtedly to practise, and not to omit the others.
24 Ὁδηγοὶ τυφλοί! Οἱ διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες!
Blind guides, who strain out a gnat, and swallow a camel!
25 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί! Ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ἀκρασίας.
Wo unto you scribes and pharisees, hypocrites; for ye clean the outside of the cup and of the dish, but within they are full of rapine and intemperance:
26 Φαρισαῖε τυφλέ! Καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἵνα γένηται καὶ τὸ ἐκτὸς αὐτῶν καθαρόν.
thou blind pharisee, cleanse first the inside of the cup and of the dish, that the outside of them may be also clean.
27 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί! Ὅτι παρομοιάζετε τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι, ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας.
Wo unto you scribes and pharisees, hypocrites; who are like whited sepulchres, which indeed appear beautiful without, but within are full of the bones of the dead, and all manner of filthiness;
28 Οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ἐστε μεστοὶ ὑποκρίσεως καὶ ἀνομίας.
so do ye likewise outwardly appear to men to be righteous, but within are full of hypocrisy and iniquity.
29 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί! Ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν, καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων
Wo unto you scribes and pharisees, hypocrites; who build the tombs of the prophets, and adorn the monuments of the just,
30 καὶ λέγετε, ‘Εἰ ἤμεθα ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ἤμεθα κοινωνοὶ αὐτῶν ἐν τῷ αἵματι τῶν προφητῶν.’
and say, If we had been in the days of our fathers, we would not have been concerned with them in shedding the blood of the prophets:
31 Ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας.
so that ye are witnesses yourselves, that ye are the children of those who killed the prophets:
32 Καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν.
fill up then the measure of your fathers, ye serpents, ye brood of vipers:
33 Ὄφεις, γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς Γεέννης; (Geenna g1067)
how can ye escape the damnation of hell? (Geenna g1067)
34 Διὰ τοῦτο, ἰδοὺ, ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας, καὶ σοφοὺς, καὶ γραμματεῖς. Ἐξ αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν, καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν·
For behold I send unto you prophets, and wise men, and scribes; and some of them ye will kill and crucify, and some of them ye will scourge in your synagogues, and persecute them from city to city:
35 ὅπως ἔλθῃ ἐφʼ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς, ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου, ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.
that upon you may come all the righteous blood shed upon the earth, from the blood of righteous Abel, to the blood of Zacharias the son of Barachias, whom ye slew between the temple and the altar.
36 Ἀμὴν, λέγω ὑμῖν, ἥξει πάντα ταῦτα ἐπὶ τὴν γενεὰν ταύτην.
Verily I tell you, all these things shall come upon this generation.
37 Ἰερουσαλὴμ, Ἰερουσαλήμ, ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα, τοὺς ἀπεσταλμένους πρὸς αὐτήν! Ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάγει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε.
O Jerusalem, Jerusalem, thou that killest the prophets, and stonest them that are sent unto thee, how often would I have gathered thy children together, even as a hen gathereth her chickens under her wings, and ye would not!
38 Ἰδοὺ, ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος!
Behold your house shall be left you desolate:
39 Λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπʼ ἄρτι ἕως ἂν εἴπητε, ‘Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι ˚Κυρίου!’”
for I tell you, ye shall not see me after this, till ye shall say, Blessed is He that cometh in the name of the Lord.

< Κατα Ματθαιον 23 >