< Κατα Ματθαιον 22 >
1 Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων,
耶稣又用比喻对他们说:
2 “Ὡμοιώθη ἡ Βασιλεία τῶν Οὐρανῶν ἀνθρώπῳ, βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ.
“天国好比一个王为他儿子摆设娶亲的筵席,
3 Καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ, καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.
就打发仆人去,请那些被召的人来赴席,他们却不肯来。
4 Πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων, ‘Εἴπατε τοῖς κεκλημένοις, “Ἰδοὺ, τὸ ἄριστόν μου ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.”’
王又打发别的仆人,说:‘你们告诉那被召的人,我的筵席已经预备好了,牛和肥畜已经宰了,各样都齐备,请你们来赴席。’
5 Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ.
那些人不理就走了;一个到自己田里去;一个做买卖去;
6 Οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ, ὕβρισαν καὶ ἀπέκτειναν.
其余的拿住仆人,凌辱他们,把他们杀了。
7 Ὁ δὲ βασιλεὺς ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ, ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.
王就大怒,发兵除灭那些凶手,烧毁他们的城。
8 Τότε λέγει τοῖς δούλοις αὐτοῦ, ‘Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι.
于是对仆人说:‘喜筵已经齐备,只是所召的人不配。
9 Πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε, καλέσατε εἰς τοὺς γάμους.’
所以你们要往岔路口上去,凡遇见的,都召来赴席。’
10 Καὶ ἐξελθόντες, οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς, συνήγαγον πάντας οὓς εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.
那些仆人就出去,到大路上,凡遇见的,不论善恶都召聚了来,筵席上就坐满了客。
11 Εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους, εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου·
王进来观看宾客,见那里有一个没有穿礼服的,
12 καὶ λέγει αὐτῷ, ‘Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου;’ Ὁ δὲ ἐφιμώθη.
就对他说:‘朋友,你到这里来怎么不穿礼服呢?’那人无言可答。
13 Τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις, ‘Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας, ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.’
于是王对使唤的人说:‘捆起他的手脚来,把他丢在外边的黑暗里;在那里必要哀哭切齿了。’
14 Πολλοὶ γάρ εἰσιν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί.”
因为被召的人多,选上的人少。”
15 Τότε πορευθέντες, οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
当时,法利赛人出去商议,怎样就着耶稣的话陷害他,
16 Καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν λέγοντας, “Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ τὴν ὁδὸν τοῦ ˚Θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων.
就打发他们的门徒同希律党的人去见耶稣,说:“夫子,我们知道你是诚实人,并且诚诚实实传 神的道,什么人你都不徇情面,因为你不看人的外貌。
17 Εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; Ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ;”
请告诉我们,你的意见如何?纳税给凯撒可以不可以?”
18 Γνοὺς δὲ ὁ ˚Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν, “Τί με πειράζετε, ὑποκριταί;
耶稣看出他们的恶意,就说:“假冒为善的人哪,为什么试探我?
19 Ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου.” Οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.
拿一个上税的钱给我看!”他们就拿一个银钱来给他。
20 Καὶ λέγει αὐτοῖς, “Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;”
耶稣说:“这像和这号是谁的?”
21 Λέγουσιν, “Καίσαρος.” Τότε λέγει αὐτοῖς, “Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ ˚Θεοῦ τῷ ˚Θεῷ.”
他们说:“是凯撒的。”耶稣说:“这样,凯撒的物当归给凯撒; 神的物当归给 神。”
22 Καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.
他们听见就希奇,离开他走了。
23 Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι λέγοντες, μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν
撒都该人常说没有复活的事。那天,他们来问耶稣说:
24 λέγοντες, “Διδάσκαλε, Μωϋσῆς εἶπεν, ‘Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.’
“夫子,摩西说:‘人若死了,没有孩子,他兄弟当娶他的妻,为哥哥生子立后。’
25 Ἦσαν δὲ παρʼ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γήμας ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα, ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ.
从前,在我们这里有弟兄七人,第一个娶了妻,死了,没有孩子,撇下妻子给兄弟。
26 Ὁμοίως καὶ ὁ δεύτερος, καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά,
第二、第三,直到第七个,都是如此。
27 ὕστερον δὲ πάντων, ἀπέθανεν ἡ γυνή.
末后,妇人也死了。
28 Ἐν τῇ ἀναστάσει οὖν, τίνος τῶν ἑπτὰ ἔσται γυνή; Πάντες γὰρ ἔσχον αὐτήν.”
这样,当复活的时候,她是七个人中哪一个的妻子呢?因为他们都娶过她。”
29 Ἀποκριθεὶς δὲ, ὁ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ ˚Θεοῦ.
耶稣回答说:“你们错了;因为不明白圣经,也不晓得 神的大能。
30 Ἐν γὰρ τῇ ἀναστάσει, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλʼ ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσιν.
当复活的时候,人也不娶也不嫁,乃像天上的使者一样。
31 Περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν, οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ ˚Θεοῦ λέγοντος,
论到死人复活, 神在经上向你们所说的,你们没有念过吗?
32 ‘Ἐγώ εἰμι ὁ ˚Θεὸς Ἀβραὰμ, καὶ ὁ ˚Θεὸς Ἰσαὰκ, καὶ ὁ ˚Θεὸς Ἰακώβ’; Οὐκ ἔστιν ὁ ˚Θεὸς νεκρῶν, ἀλλὰ ζώντων.”
他说:‘我是亚伯拉罕的 神,以撒的 神,雅各的 神。’ 神不是死人的 神,乃是活人的 神。”
33 Καὶ ἀκούσαντες, οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
众人听见这话,就希奇他的教训。
34 Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό.
法利赛人听见耶稣堵住了撒都该人的口,他们就聚集。
35 Καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν, νομικὸς πειράζων αὐτόν,
内中有一个人是律法师,要试探耶稣,就问他说:
36 “Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;”
“夫子,律法上的诫命,哪一条是最大的呢?”
37 Ὁ δὲ ἔφη αὐτῷ, “‘Ἀγαπήσεις ˚Κύριον τὸν ˚Θεόν σου ἐν ὅλῃ καρδίᾳ σου, καὶ ἐν ὅλῃ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.’
耶稣对他说:“你要尽心、尽性、尽意爱主—你的 神。
38 Αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή.
这是诫命中的第一,且是最大的。
39 Δευτέρα ὁμοία αὐτῇ, ‘Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.’
其次也相仿,就是要爱人如己。
40 Ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς, ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται.”
这两条诫命是律法和先知一切道理的总纲。”
41 Συνηγμένων δὲ τῶν Φαρισαίων, ἐπηρώτησεν αὐτοὺς ὁ ˚Ἰησοῦς
法利赛人聚集的时候,耶稣问他们说:
42 λέγων, “Τί ὑμῖν δοκεῖ περὶ τοῦ ˚Χριστοῦ; Τίνος υἱός ἐστιν;” Λέγουσιν αὐτῷ, “Τοῦ Δαυίδ.”
“论到基督,你们的意见如何?他是谁的子孙呢?”他们回答说:“是大卫的子孙。”
43 Λέγει αὐτοῖς, “Πῶς οὖν Δαυὶδ ἐν ˚Πνεύματι καλεῖ ˚Κύριον αὐτὸν λέγων,
耶稣说:“这样,大卫被圣灵感动,怎么还称他为主,说:
44 ‘Εἶπεν ˚Κύριος τῷ ˚Κυρίῳ μου, “Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου”’;
主对我主说: 你坐在我的右边, 等我把你仇敌放在你的脚下。
45 Εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν, ‘˚Κύριον’, πῶς υἱὸς αὐτοῦ ἐστιν;”
大卫既称他为主,他怎么又是大卫的子孙呢?”
46 Καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπʼ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.
他们没有一个人能回答一言。从那日以后,也没有人敢再问他什么。