< Κατα Ματθαιον 2 >

1 Τοῦ δὲ ˚Ἰησοῦ γεννηθέντος ἐν Βηθλέεμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ, μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα
Now when Jesus was born in Bethlehem of Judea in the days of Herod the king, look, Magi from the east came to Jerusalem, saying,
2 λέγοντες, “Ποῦ ἐστιν ὁ, τεχθεὶς Βασιλεὺς τῶν Ἰουδαίων; Εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ.”
"Where is he who is born King of the Jews? For we saw his star in the east, and have come to worship him."
3 Ἀκούσας δὲ ὁ βασιλεὺς Ἡρῴδης ἐταράχθη, καὶ πᾶσα Ἱεροσόλυμα μετʼ αὐτοῦ.
And when King Herod heard it, he was troubled, and all Jerusalem with him.
4 Καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ, ἐπυνθάνετο παρʼ αὐτῶν ποῦ ὁ ˚Χριστὸς γεννᾶται.
And gathering together all the chief priests and scribes of the people, he asked them where the Christ would be born.
5 Οἱ δὲ εἶπαν αὐτῷ, “Ἐν Βηθλέεμ τῆς Ἰουδαίας”· οὕτως γὰρ γέγραπται διὰ τοῦ προφήτου:
And they said to him, "In Bethlehem of Judea, for thus it is written through the prophet,
6 “Καὶ σύ Βηθλέεμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐξ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ.”
'And you, Bethlehem, land of Judah, are in no way least among the rulers of Judah; for out of you will come forth a ruler who will shepherd my people, Israel.'"
7 Τότε Ἡρῴδης λάθρᾳ καλέσας τοὺς μάγους, ἠκρίβωσεν παρʼ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος.
Then Herod secretly called the Magi, and learned from them exactly what time the star appeared.
8 Καὶ πέμψας αὐτοὺς εἰς Βηθλέεμ εἶπεν, “Πορευθέντες, ἐξετάσατε ἀκριβῶς περὶ τοῦ παιδίου· ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ.”
And he sent them to Bethlehem, and said, "Go and search diligently for the young child, and when you have found him, bring me word, so that I also may come and worship him."
9 Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως, ἐπορεύθησαν, καὶ ἰδοὺ, ὁ ἀστὴρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον.
And they, having heard the king, went their way; and look, the star which they saw in the east went before them, until it came and stood over where the young child was.
10 Ἰδόντες δὲ τὸν ἀστέρα, ἐχάρησαν χαρὰν μεγάλην σφόδρα.
And when they saw the star, they rejoiced with exceedingly great joy.
11 Καὶ ἐλθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ, καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν, προσήνεγκαν αὐτῷ δῶρα: χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν.
And they came into the house and saw the young child with Mary, his mother, and they fell down and worshiped him. Then, opening their treasures, they offered to him gifts: gold, frankincense, and myrrh.
12 Καὶ χρηματισθέντες κατʼ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, διʼ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.
Being warned in a dream that they should not return to Herod, they went back to their own country another way.
13 Ἀναχωρησάντων δὲ αὐτῶν, ἰδοὺ, ἄγγελος ˚Κυρίου φαίνεται κατʼ ὄναρ τῷ Ἰωσὴφ λέγων, “Ἐγερθεὶς, παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγε εἰς Αἴγυπτον, καὶ ἴσθι ἐκεῖ ἕως ἂν εἴπω σοι· μέλλει γὰρ Ἡρῴδης ζητεῖν τὸ παιδίον, τοῦ ἀπολέσαι αὐτό.”
Now when they had departed, look, an angel of the Lord appeared to Joseph in a dream, saying, "Arise and take the young child and his mother, and flee into Egypt, and stay there until I tell you, for Herod will seek the young child to destroy him."
14 Ὁ δὲ ἐγερθεὶς, παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησεν εἰς Αἴγυπτον,
And he arose and took the young child and his mother by night, and departed into Egypt,
15 καὶ ἦν ἐκεῖ ἕως τῆς τελευτῆς Ἡρῴδου, ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ ˚Κυρίου διὰ τοῦ προφήτου λέγοντος, “Ἐξ Αἰγύπτου ἐκάλεσα τὸν Υἱόν μου.”
and was there until the death of Herod; that it might be fulfilled which was spoken by the Lord through the prophet, saying, "Out of Egypt I called my son."
16 Τότε Ἡρῴδης, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπὸ τῶν μάγων, ἐθυμώθη λίαν καὶ ἀποστείλας, ἀνεῖλεν πάντας τοὺς παῖδας τοὺς ἐν Βηθλέεμ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσεν παρὰ τῶν μάγων.
Then Herod, when he saw that he was mocked by the Magi, was exceedingly angry, and sent out, and killed all the male children who were in Bethlehem and in all the surrounding countryside, from two years old and under, according to the exact time which he had learned from the Magi.
17 Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἰερεμίου τοῦ προφήτου λέγοντος,
Then that which was spoken by Jeremiah the prophet was fulfilled, saying,
18 “Φωνὴ ἐν Ῥαμὰ ἠκούσθη, κλαυθμὸς καὶ ὀδυρμὸς πολύς, Ῥαχὴλ κλαίουσα τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελεν παρακληθῆναι, ὅτι οὐκ εἰσίν.”
"A voice was heard in Ramah, lamentation and weeping and great mourning, Rachel weeping for her children; and she would not be comforted, because they are no more."
19 Τελευτήσαντος δὲ τοῦ Ἡρῴδου, ἰδοὺ, ἄγγελος ˚Κυρίου φαίνεται κατʼ ὄναρ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ
But when Herod was dead, look, an angel of the Lord appeared in a dream to Joseph in Egypt, saying,
20 λέγων, “Ἐγερθεὶς, παράλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ πορεύου εἰς γῆν Ἰσραήλ, τεθνήκασιν γὰρ οἱ ζητοῦντες τὴν ψυχὴν τοῦ παιδίου.”
"Arise and take the young child and his mother, and go into the land of Israel, for those who sought the young child's life are dead."
21 Ὁ δὲ ἐγερθεὶς, παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ εἰσῆλθεν εἰς γῆν Ἰσραήλ.
And he arose and took the young child and his mother, and went to the land of Israel.
22 Ἀκούσας δὲ ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου, ἐφοβήθη ἐκεῖ ἀπελθεῖν· χρηματισθεὶς δὲ κατʼ ὄναρ, ἀνεχώρησεν εἰς τὰ μέρη τῆς Γαλιλαίας,
But when he heard that Archelaus was reigning over Judea in the place of his father, Herod, he was afraid to go there. Being warned in a dream, he withdrew into the region of Galilee,
23 καὶ ἐλθὼν, κατῴκησεν εἰς πόλιν λεγομένην Ναζαρέτ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τῶν προφητῶν, ὅτι “Ναζωραῖος κληθήσεται.”
and came and lived in a city called Nazareth; that it might be fulfilled which was spoken through the prophets, that he will be called a Nazorean.

< Κατα Ματθαιον 2 >