< Κατα Ματθαιον 19 >
1 Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ ˚Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου.
第四項 イエズスエルザレムへの最後の旅行 是等の談を畢りて、イエズス遂にガリレアを去り、ヨルダン[河]の向なるユデアの境に至り給ひしが、
2 Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
群衆夥しく之に從ひければ、其處にて彼等を醫し給へり。
3 Καὶ προσῆλθον αὐτῷ Φαρισαῖοι, πειράζοντες αὐτὸν καὶ λέγοντες, “Εἰ ἔξεστιν ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;”
ファリザイ人近づきて、彼を試みて云ひけるは、如何なる理由の下にも、人は其妻を出すを得べきか。
4 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, “Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπʼ ἀρχῆς, ‘ἄρσεν καὶ θῆλυ, ἐποίησεν αὐτοὺς’;
イエズス答へて曰ひけるは、汝等読まざりしか、即元始に人を造り給ひしもの、之を男女に造りて曰はく、
5 Καὶ εἶπεν, ‘Ἕνεκα τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα, καὶ κολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν’;
「此故に、人は父母を離れて、其妻に就き兩人一體と成るべし」と、
6 Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ ˚Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.”
然れば既に二人に非ずして一體なり、故に神の配せ給ひしもの、人之を分つべからず、と。
7 Λέγουσιν αὐτῷ, “Τί οὖν Μωϋσῆς ἐνετείλατο ‘δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν’;”
ファリザイ人云ひけるは、然らば離縁状を與へて妻を出すべし、とモイゼの命ぜしは何ぞや。
8 Λέγει αὐτοῖς, ὅτι “Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν, ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπʼ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως.
答へて曰ひけるは、モイゼは汝等の心の頑固なるが為に、妻を出す事を汝等に許したれど、元始より然はあらざりき。
9 Λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται. Καὶ ὁ ἀπολελυμένην γαμῶν μοιχᾶται.”
即我汝等に告ぐ、総て私通の故ならで其妻を出し、他の女を娶る人は姦淫するなり、又出されたる女を娶る人も姦淫するなり、と。
10 Λέγουσιν αὐτῷ οἱ μαθηταί, “Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.”
弟子等イエズスに向ひ、若人の妻に於る事斯の如くば、娶らざるに若ず、と云ひしかば、
11 Ὁ δὲ εἶπεν αὐτοῖς, “Οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον, ἀλλʼ οἷς δέδοται.
イエズス曰ひけるは、人皆此言を肯容るるには非ず、[肯容るるは]賜はりたる者のみ。
12 Εἰσὶν γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν Βασιλείαν τῶν Οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν, χωρείτω.”
即母の胎内より生れながらの閹者あり、人より為られたる閹者あり、又天國の為に自ら作せる閹者あるなり。肯容るるを得る人は肯容るべし、と。
13 Τότε προσηνέχθησαν αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς.
時に按手して祈られんが為、孩兒等イエズスに差出されしが、弟子等之を拒みければ、
14 Ὁ δὲ ˚Ἰησοῦς εἶπεν, “Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν.”
イエズス彼等に曰ひけるは、孩兒等を容せ、其我に來るを禁ずること勿れ、天國は斯の如き人の為なればなり、と。
15 Καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῖς, ἐπορεύθη ἐκεῖθεν.
斯て彼等に按手し給ひ、さて此處を去り給へり。
16 Καὶ ἰδοὺ, εἷς προσελθὼν αὐτῷ εἶπεν, “Διδάσκαλε, τί ἀγαθὸν ποιήσω, ἵνα σχῶ ζωὴν αἰώνιον;” (aiōnios )
折しも一人[の青年]イエズスに近づきて云ひけるは、善き師よ、我永遠の生命を得んには、如何なる善き事をか為すべき。 (aiōnios )
17 Ὁ δὲ εἶπεν αὐτῷ, “Τί με ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; Εἷς ἐστιν ὁ ἀγαθός. Εἰ δὲ θέλεις εἰς τὴν ζωὴν εἰσελθεῖν, τήρει τὰς ἐντολάς.”
イエズス曰ひけるは、何ぞ善を我に問ふや、善き者は獨のみ、即神なり。但汝若生命に入らんと欲せば掟を守れ、と。
18 Λέγει αὐτῷ, “Ποίας;” Ὁ δὲ ˚Ἰησοῦς εἶπεν, τὸ “Οὐ φονεύσεις, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις”,
彼、何れ[の掟]ぞや、と云ひしにイエズス曰ひけるは、汝人を殺す勿れ、姦淫する勿れ、偸盗する勿れ、僞證する勿れ、
19 “Τίμα τὸν πατέρα καὶ τὴν μητέρα”, καὶ, “Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.”
汝の父母を敬へ、又汝の近き者を己の如く愛せよ、と。
20 Λέγει αὐτῷ ὁ νεανίσκος, “Πάντα Ταῦτα ἐφύλαξα· τί ἔτι ὑστερῶ;”
青年云ひけるは、是皆我幼年より守りし所、猶我に缼けたるは何ぞや。
21 Ἔφη αὐτῷ ὁ ˚Ἰησοῦς, “Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς, καὶ δεῦρο, ἀκολούθει μοι.”
イエズス曰ひけるは、汝若完全ならんと欲せば、往きて有てる物を売り、之を貧者に施せ、然らば天に於て寳を得ん、而して來りて我に從へ、と。
22 Ἀκούσας δὲ, ὁ νεανίσκος τὸν λόγον, ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
此言を聞くや青年憂ひて去れり、是多くの財産を有てる者なればなり。
23 Ὁ δὲ ˚Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, “Ἀμὴν, λέγω ὑμῖν ὅτι πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν Βασιλείαν τῶν Οὐρανῶν.
イエズス弟子等に曰ひけるは、我誠に汝等に告ぐ、富者は天國に入り難し、
24 Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰσελθεῖν εἰς τὴν Βασιλείαν τοῦ ˚Θεοῦ.”
又汝等に告ぐ、駱駝が針の孔を通るは、富者の天國に入るよりも易し、と。
25 Ἀκούσαντες δὲ, οἱ μαθηταὶ ἐξεπλήσσοντο σφόδρα λέγοντες, “Τίς ἄρα δύναται σωθῆναι;”
弟子等聞きて甚怪しみ、然らば誰か救はるるを得ん、と云ひければ、
26 Ἐμβλέψας δὲ ὁ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ ˚Θεῷ πάντα δυνατά.”
イエズス彼等を凝視めつつ曰ひけるは、是人に於ては能はざる所なれども、神に於ては何事も能はざる所なし、と。
27 Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ, “Ἰδοὺ, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν;”
其時ペトロ答へて云ひけるは、然て我等は一切を棄てて汝に從へり、然れば何を得べきぞ、と。
28 Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Ἀμὴν, λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθήσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ.
イエズス彼等に曰ひけるは、我誠に汝等に告ぐ、我に從ひたる汝等は、世革りて人の子其光榮の座に坐せん時、汝等も十二の座に坐して、イスラエルの十二族を審くべし。
29 Καὶ πᾶς ὅστις ἀφῆκεν οἰκίας, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μητέρα, ἢ γυναῖκα, ἢ τέκνα, ἢ ἀγροὺς, ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος, ἑκατονταπλασίονα λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. (aiōnios )
又総て我名の為に、或は家、或は兄弟、或は姉妹、或は父、或は母、或は妻、或は子等、或は田畑を離るる人は百倍を受け、且永遠の生命を得べし。 (aiōnios )
30 Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
但多く、先なる人は後になり、後なる人は先にならん。