< Κατα Ματθαιον 17 >
1 Καὶ μεθʼ ἡμέρας ἓξ, παραλαμβάνει ὁ ˚Ἰησοῦς τὸν Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην, τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν.
अनन्तरं षड्दिनेभ्यः परं यीशुः पितरं याकूबं तत्सहजं योहनञ्च गृह्लन् उच्चाद्रे र्विविक्तस्थानम् आगत्य तेषां समक्षं रूपमन्यत् दधार।
2 Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς.
तेन तदास्यं तेजस्वि, तदाभरणम् आलोकवत् पाण्डरमभवत्।
3 Καὶ ἰδοὺ, ὤφθη αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας συλλαλοῦντες μετʼ αὐτοῦ.
अन्यच्च तेन साकं संलपन्तौ मूसा एलियश्च तेभ्यो दर्शनं ददतुः।
4 Ἀποκριθεὶς δὲ, ὁ Πέτρος εἶπεν τῷ ˚Ἰησοῦ, “˚Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. Εἰ θέλεις, ποιήσω ὧδε τρεῖς σκηνάς, σοὶ μίαν, καὶ Μωϋσεῖ μίαν, καὶ Ἠλίᾳ μίαν.”
तदानीं पितरो यीशुं जगाद, हे प्रभो स्थितिरत्रास्माकं शुभा, यदि भवतानुमन्यते, तर्हि भवदर्थमेकं मूसार्थमेकम् एलियार्थञ्चैकम् इति त्रीणि दूष्याणि निर्म्मम।
5 Ἔτι αὐτοῦ λαλοῦντος, ἰδοὺ, νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ, φωνὴ ἐκ τῆς νεφέλης λέγουσα, “Οὗτός ἐστιν ὁ Υἱός μου, ὁ ἀγαπητός ἐν ᾧ εὐδόκησα· ἀκούετε αὐτοῦ!”
एतत्कथनकाल एक उज्जवलः पयोदस्तेषामुपरि छायां कृतवान्, वारिदाद् एषा नभसीया वाग् बभूव, ममायं प्रियः पुत्रः, अस्मिन् मम महासन्तोष एतस्य वाक्यं यूयं निशामयत।
6 Καὶ ἀκούσαντες, οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα.
किन्तु वाचमेतां शृण्वन्तएव शिष्या मृशं शङ्कमाना न्युब्जा न्यपतन्।
7 Καὶ προσῆλθεν ὁ ˚Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν, “Ἐγέρθητε καὶ μὴ φοβεῖσθε.”
तदा यीशुरागत्य तेषां गात्राणि स्पृशन् उवाच, उत्तिष्ठत, मा भैष्ट।
8 Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν, οὐδένα εἶδον εἰ μὴ αὐτὸν ˚Ἰησοῦν μόνον.
तदानीं नेत्राण्युन्मील्य यीशुं विना कमपि न ददृशुः।
9 Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους, ἐνετείλατο αὐτοῖς ὁ ˚Ἰησοῦς λέγων, “Μηδενὶ εἴπητε τὸ ὅραμα, ἕως οὗ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.”
ततः परम् अद्रेरवरोहणकाले यीशुस्तान् इत्यादिदेश, मनुजसुतस्य मृतानां मध्यादुत्थानं यावन्न जायते, तावत् युष्माभिरेतद्दर्शनं कस्मैचिदपि न कथयितव्यं।
10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, “Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον;”
तदा शिष्यास्तं पप्रच्छुः, प्रथमम् एलिय आयास्यतीति कुत उपाध्यायैरुच्यते?
11 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, “Ἠλίας μὲν ἔρχεται καὶ ἀποκαταστήσει πάντα·
ततो यीशुः प्रत्यवादीत्, एलियः प्रागेत्य सर्व्वाणि साधयिष्यतीति सत्यं,
12 λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν καὶ οὐκ ἐπέγνωσαν αὐτὸν, ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν. Οὕτως καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου μέλλει πάσχειν ὑπʼ αὐτῶν.”
किन्त्वहं युष्मान् वच्मि, एलिय एत्य गतः, ते तमपरिचित्य तस्मिन् यथेच्छं व्यवजहुः; मनुजसुतेनापि तेषामन्तिके तादृग् दुःखं भोक्तव्यं।
13 Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ Βαπτιστοῦ εἶπεν αὐτοῖς.
तदानीं स मज्जयितारं योहनमधि कथामेतां व्याहृतवान्, इत्थं तच्छिष्या बुबुधिरे।
14 Καὶ ἐλθόντων πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν
पश्चात् तेषु जननिवहस्यान्तिकमागतेषु कश्चित् मनुजस्तदन्तिकमेत्य जानूनी पातयित्वा कथितवान्,
15 καὶ λέγων, “˚Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς ἔχει, πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ.
हे प्रभो, मत्पुत्रं प्रति कृपां विदधातु, सोपस्मारामयेन भृशं व्यथितः सन् पुनः पुन र्वह्नौ मुहु र्जलमध्ये पतति।
16 Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.”
तस्माद् भवतः शिष्याणां समीपे तमानयं किन्तु ते तं स्वास्थं कर्त्तुं न शक्ताः।
17 Ἀποκριθεὶς δὲ ὁ ˚Ἰησοῦς εἶπεν, “Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε μεθʼ ὑμῶν ἔσομαι; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε.”
तदा यीशुः कथितवान् रे अविश्वासिनः, रे विपथगामिनः, पुनः कतिकालान् अहं युष्माकं सन्निधौ स्थास्यामि? कतिकालान् वा युष्मान् सहिष्ये? तमत्र ममान्तिकमानयत।
18 Καὶ ἐπετίμησεν αὐτῷ ὁ ˚Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπʼ αὐτοῦ τὸ δαιμόνιον, καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης.
पश्चाद् यीशुना तर्जतएव स भूतस्तं विहाय गतवान्, तद्दण्डएव स बालको निरामयोऽभूत्।
19 Τότε προσελθόντες οἱ μαθηταὶ τῷ ˚Ἰησοῦ κατʼ ἰδίαν εἶπον, “Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;”
ततः शिष्या गुप्तं यीशुमुपागत्य बभाषिरे, कुतो वयं तं भूतं त्याजयितुं न शक्ताः?
20 Ὁ δὲ λέγει αὐτοῖς, “Διὰ τὴν ὀλιγοπιστίαν ὑμῶν. Ἀμὴν, γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, ‘Μετάβα ἔνθεν ἐκεῖ’, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.”
यीशुना ते प्रोक्ताः, युष्माकमप्रत्ययात्;
युष्मानहं तथ्यं वच्मि यदि युष्माकं सर्षपैकमात्रोपि विश्वासो जायते, तर्हि युष्माभिरस्मिन् शैले त्वमितः स्थानात् तत् स्थानं याहीति ब्रूते स तदैव चलिष्यति, युष्माकं किमप्यसाध्यञ्च कर्म्म न स्थास्याति। किन्तु प्रार्थनोपवासौ विनैतादृशो भूतो न त्याज्येत।
22 Συστρεφομένων δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ, εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Μέλλει ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων,
अपरं तेषां गालील्प्रदेशे भ्रमणकाले यीशुना ते गदिताः, मनुजसुतो जनानां करेषु समर्पयिष्यते तै र्हनिष्यते च,
23 καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται.” Καὶ ἐλυπήθησαν σφόδρα.
किन्तु तृतीयेऽहि्न म उत्थापिष्यते, तेन ते भृशं दुःखिता बभूवः।
24 Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ, προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπον, “Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα;”
तदनन्तरं तेषु कफर्नाहूम्नगरमागतेषु करसंग्राहिणः पितरान्तिकमागत्य पप्रच्छुः, युष्माकं गुरुः किं मन्दिरार्थं करं न ददाति? ततः पितरः कथितवान् ददाति।
25 Λέγει, “Ναί.” Καὶ ἐλθόντα εἰς τὴν οἰκίαν, προέφθασεν αὐτὸν ὁ ˚Ἰησοῦς λέγων, “Τί σοι δοκεῖ, Σίμων; Οἱ βασιλεῖς τῆς γῆς, ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; Ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων;”
ततस्तस्मिन् गृहमध्यमागते तस्य कथाकथनात् पूर्व्वमेव यीशुरुवाच, हे शिमोन्, मेदिन्या राजानः स्वस्वापत्येभ्यः किं विदेशिभ्यः केभ्यः करं गृह्लन्ति? अत्र त्वं किं बुध्यसे? ततः पितर उक्तवान्, विदेशिभ्यः।
26 λέγει αὐτῷ ὁ Πέτρος “Ἀπὸ τῶν ἀλλοτρίων.” Εἰπόντος δέ, “Ἀπὸ τῶν ἀλλοτρίων”, ἔφη αὐτῷ ὁ ˚Ἰησοῦς, “Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί.
तदा यीशुरुक्तवान्, तर्हि सन्ताना मुक्ताः सन्ति।
27 Ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς εἰς θάλασσαν, βάλε ἄγκιστρον καὶ τὸν ἀναβάντα πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ, εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν, δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.”
तथापि यथास्माभिस्तेषामन्तरायो न जन्यते, तत्कृते जलधेस्तीरं गत्वा वडिशं क्षिप, तेनादौ यो मीन उत्थास्यति, तं घृत्वा तन्मुखे मोचिते तोलकैकं रूप्यं प्राप्स्यसि, तद् गृहीत्वा तव मम च कृते तेभ्यो देहि।