< Κατα Ματθαιον 14 >
1 Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετράρχης τὴν ἀκοὴν ˚Ἰησοῦ,
तदानीं राजा हेरोद् यीशो र्यशः श्रुत्वा निजदासेयान् जगाद्,
2 καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, “Οὗτός ἐστιν Ἰωάννης ὁ Βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.”
एष मज्जयिता योहन्, प्रमितेभयस्तस्योत्थानात् तेनेत्थमद्भुतं कर्म्म प्रकाश्यते।
3 Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην, ἔδησεν αὐτὸν καὶ ἐν φυλακῇ ἀπέθετο, διὰ Ἡρῳδιάδα, τὴν γυναῖκα Φιλίππου, τοῦ ἀδελφοῦ αὐτοῦ.
पुरा हेरोद् निजभ्रातु: फिलिपो जायाया हेरोदीयाया अनुरोधाद् योहनं धारयित्वा बद्धा कारायां स्थापितवान्।
4 Ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰωάννης, “Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν.”
यतो योहन् उक्तवान्, एत्सयाः संग्रहो भवतो नोचितः।
5 Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον.
तस्मात् नृपतिस्तं हन्तुमिच्छन्नपि लोकेभ्यो विभयाञ्चकार; यतः सर्व्वे योहनं भविष्यद्वादिनं मेनिरे।
6 Γενεσίοις δὲ γενομένοις τοῦ Ἡρῴδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ,
किन्तु हेरोदो जन्माहीयमह उपस्थिते हेरोदीयाया दुहिता तेषां समक्षं नृतित्वा हेरोदमप्रीण्यत्।
7 ὅθεν μεθʼ ὅρκου, ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται.
तस्मात् भूपतिः शपथं कुर्व्वन् इति प्रत्यज्ञासीत्, त्वया यद् याच्यते, तदेवाहं दास्यामि।
8 Ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, “Δός μοι”, φησίν, “ὧδε ἐπὶ πίνακι, τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.”
सा कुमारी स्वीयमातुः शिक्षां लब्धा बभाषे, मज्जयितुर्योहन उत्तमाङ्गं भाजने समानीय मह्यं विश्राणय।
9 Καὶ ἐλυπήθη ὁ βασιλεὺς διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσεν δοθῆναι.
ततो राजा शुशोच, किन्तु भोजनायोपविशतां सङ्गिनां स्वकृतशपथस्य चानुरोधात् तत् प्रदातुम आदिदेश।
10 Καὶ πέμψας, ἀπεκεφάλισεν Ἰωάννην ἐν τῇ φυλακῇ.
पश्चात् कारां प्रति नरं प्रहित्य योहन उत्तमाङ्गं छित्त्वा
11 Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι, καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς.
तत् भाजन आनाय्य तस्यै कुमार्य्यै व्यश्राणयत्, ततः सा स्वजनन्याः समीपं तन्निनाय।
12 Καὶ προσελθόντες, οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ πτῶμα καὶ ἔθαψαν αὐτόν, καὶ ἐλθόντες, ἀπήγγειλαν τῷ ˚Ἰησοῦ.
पश्चात् योहनः शिष्या आगत्य कायं नीत्वा श्मशाने स्थापयामासुस्ततो यीशोः सन्निधिं व्रजित्वा तद्वार्त्तां बभाषिरे।
13 Ἀκούσας δὲ, ὁ ˚Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατʼ ἰδίαν. Καὶ ἀκούσαντες, οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων.
अनन्तरं यीशुरिति निशभ्य नावा निर्जनस्थानम् एकाकी गतवान्, पश्चात् मानवास्तत् श्रुत्वा नानानगरेभ्य आगत्य पदैस्तत्पश्चाद् ईयुः।
14 Καὶ ἐξελθὼν, εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπʼ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν.
तदानीं यीशु र्बहिरागत्य महान्तं जननिवहं निरीक्ष्य तेषु कारुणिकः मन् तेषां पीडितजनान् निरामयान् चकार।
15 Ὀψίας δὲ γενομένης, προσῆλθον αὐτῷ οἱ μαθηταὶ λέγοντες, “Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας, ἀγοράσωσιν ἑαυτοῖς βρώματα.”
ततः परं सन्ध्यायां शिष्यास्तदन्तिकमागत्य कथयाञ्चक्रुः, इदं निर्जनस्थानं वेलाप्यवसन्ना; तस्मात् मनुजान् स्वस्वग्रामं गन्तुं स्वार्थं भक्ष्याणि क्रेतुञ्च भवान् तान् विसृजतु।
16 Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν. Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.”
किन्तु यीशुस्तानवादीत्, तेषां गमने प्रयोजनं नास्ति, यूयमेव तान् भोजयत।
17 Οἱ δὲ λέγουσιν αὐτῷ, “Οὐκ ἔχομεν ὧδε, εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.”
तदा ते प्रत्यवदन्, अस्माकमत्र पूपपञ्चकं मीनद्वयञ्चास्ते।
18 Ὁ δὲ εἶπεν, “Φέρετέ μοι ὧδε αὐτούς.”
तदानीं तेनोक्तं तानि मदन्तिकमानयत।
19 Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοῦ χόρτου, καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν, εὐλόγησεν καὶ κλάσας, ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
अनन्तरं स मनुजान् यवसोपर्य्युपवेष्टुम् आज्ञापयामास; अपर तत् पूपपञ्चकं मीनद्वयञ्च गृह्लन् स्वर्गं प्रति निरीक्ष्येश्वरीयगुणान् अनूद्य भंक्त्वा शिष्येभ्यो दत्तवान्, शिष्याश्च लोकेभ्यो ददुः।
20 Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις.
ततः सर्व्वे भुक्त्वा परितृप्तवन्तः, ततस्तदवशिष्टभक्ष्यैः पूर्णान् द्वादशडलकान् गृहीतवन्तः।
21 Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.
ते भोक्तारः स्त्रीर्बालकांश्च विहाय प्रायेण पञ्च सहस्राणि पुमांस आसन्।
22 Καὶ εὐθέως ἠνάγκασεν τοὺς μαθητὰς ἐμβῆναι εἰς τὸ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.
तदनन्तरं यीशु र्लोकानां विसर्जनकाले शिष्यान् तरणिमारोढुं स्वाग्रे पारं यातुञ्च गाढमादिष्टवान्।
23 Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατʼ ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ.
ततो लोकेषु विसृष्टेषु स विविक्ते प्रार्थयितुं गिरिमेकं गत्वा सन्ध्यां यावत् तत्रैकाकी स्थितवान्।
24 Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος.
किन्तु तदानीं सम्मुखवातत्वात् सरित्पते र्मध्ये तरङ्गैस्तरणिर्दोलायमानाभवत्।
25 Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς, ἦλθεν πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τὴν θάλασσαν.
तदा स यामिन्याश्चतुर्थप्रहरे पद्भ्यां व्रजन् तेषामन्तिकं गतवान्।
26 Οἱ δὲ μαθηταὶ ἰδόντες, αὐτὸν ἐπὶ τῆς θαλάσσης περιπατοῦντα, ἐταράχθησαν λέγοντες, ὅτι “Φάντασμά ἐστιν”, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν.
किन्तु शिष्यास्तं सागरोपरि व्रजन्तं विलोक्य समुद्विग्ना जगदुः, एष भूत इति शङ्कमाना उच्चैः शब्दायाञ्चक्रिरे च।
27 Εὐθὺς δὲ ἐλάλησεν ὁ ˚Ἰησοῦς αὐτοῖς λέγων, “Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε.”
तदैव यीशुस्तानवदत्, सुस्थिरा भवत, मा भैष्ट, एषोऽहम्।
28 Ἀποκριθεὶς δὲ αὐτῷ, ὁ Πέτρος εἶπεν, “˚Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα.”
ततः पितर इत्युक्तवान्, हे प्रभो, यदि भवानेव, तर्हि मां भवत्समीपं यातुमाज्ञापयतु।
29 Ὁ δὲ εἶπεν, “Ἐλθέ.” Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου, Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα καὶ ἦλθεν πρὸς τὸν ˚Ἰησοῦν.
ततः तेनादिष्टः पितरस्तरणितोऽवरुह्य यीशेारन्तिकं प्राप्तुं तोयोपरि वव्राज।
30 Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν, ἐφοβήθη καὶ ἀρξάμενος καταποντίζεσθαι, ἔκραξεν λέγων, “˚Κύριε, σῶσόν με.”
किन्तु प्रचण्डं पवनं विलोक्य भयात् तोये मंक्तुम् आरेभे, तस्माद् उच्चैः शब्दायमानः कथितवान्, हे प्रभो, मामवतु।
31 Εὐθέως δὲ ὁ ˚Ἰησοῦς ἐκτείνας τὴν χεῖρα, ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ, “Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;”
यीशुस्तत्क्षणात् करं प्रसार्य्य तं धरन् उक्तवान्, ह स्तोकप्रत्ययिन् त्वं कुतः समशेथाः?
32 Καὶ ἀναβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος.
अनन्तरं तयोस्तरणिमारूढयोः पवनो निववृते।
33 Οἱ δὲ ἐν τῷ πλοίῳ προσεκύνησαν αὐτῷ λέγοντες, “Ἀληθῶς ˚Θεοῦ Υἱὸς εἶ!”
तदानीं ये तरण्यामासन्, त आगत्य तं प्रणभ्य कथितवन्तः, यथार्थस्त्वमेवेश्वरसुतः।
34 Καὶ διαπεράσαντες, ἦλθον ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ.
अनन्तरं पारं प्राप्य ते गिनेषरन्नामकं नगरमुपतस्थुः,
35 Καὶ ἐπιγνόντες αὐτὸν, οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας,
तदा तत्रत्या जना यीशुं परिचीय तद्देश्स्य चतुर्दिशो वार्त्तां प्रहित्य यत्र यावन्तः पीडिता आसन्, तावतएव तदन्तिकमानयामासुः।
36 καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.
अपरं तदीयवसनस्य ग्रन्थिमात्रं स्प्रष्टुं विनीय यावन्तो जनास्तत् स्पर्शं चक्रिरे, ते सर्व्वएव निरामया बभूवुः।