< Κατα Ματθαιον 13 >
1 Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐξελθὼν ὁ ˚Ἰησοῦς τῆς οἰκίας, ἐκάθητο παρὰ τὴν θάλασσαν.
εν δε τη ημερα εκεινη εξελθων ο ιησουσ απο τησ οικιασ εκαθητο παρα την θαλασσαν
2 Καὶ συνήχθησαν πρὸς αὐτὸν ὄχλοι πολλοί, ὥστε αὐτὸν εἰς πλοῖον ἐμβάντα καθῆσθαι, καὶ πᾶς ὁ ὄχλος ἐπὶ τὸν αἰγιαλὸν εἱστήκει.
και συνηχθησαν προσ αυτον οχλοι πολλοι ωστε αυτον εισ το πλοιον εμβαντα καθησθαι και πασ ο οχλοσ επι τον αιγιαλον ειστηκει
3 Καὶ ἐλάλησεν αὐτοῖς πολλὰ ἐν παραβολαῖς λέγων, “Ἰδοὺ, ἐξῆλθεν ὁ σπείρων τοῦ σπείρειν.
και ελαλησεν αυτοισ πολλα εν παραβολαισ λεγων ιδου εξηλθεν ο σπειρων του σπειρειν
4 Καὶ ἐν τῷ σπείρειν αὐτὸν, ἃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά.
και εν τω σπειρειν αυτον α μεν επεσεν παρα την οδον και ηλθεν τα πετεινα και κατεφαγεν αυτα
5 Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰ πετρώδη, ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθέως ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς,
αλλα δε επεσεν επι τα πετρωδη οπου ουκ ειχεν γην πολλην και ευθεωσ εξανετειλεν δια το μη εχειν βαθοσ γησ
6 ἡλίου δὲ ἀνατείλαντος, ἐκαυματίσθη καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
ηλιου δε ανατειλαντοσ εκαυματισθη και δια το μη εχειν ριζαν εξηρανθη
7 Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά.
αλλα δε επεσεν επι τασ ακανθασ και ανεβησαν αι ακανθαι και απεπνιξαν αυτα
8 Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλὴν, καὶ ἐδίδου καρπόν– ὃ μὲν ἑκατὸν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.
αλλα δε επεσεν επι την γην την καλην και εδιδου καρπον ο μεν εκατον ο δε εξηκοντα ο δε τριακοντα
ο εχων ωτα ακουειν ακουετω
10 Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπαν αὐτῷ, “Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;”
και προσελθοντεσ οι μαθηται ειπον αυτω δια τι εν παραβολαισ λαλεισ αυτοισ
11 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Ὅτι ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς Βασιλείας τῶν Οὐρανῶν, ἐκείνοις δὲ οὐ δέδοται.
ο δε αποκριθεισ ειπεν αυτοισ οτι υμιν δεδοται γνωναι τα μυστηρια τησ βασιλειασ των ουρανων εκεινοισ δε ου δεδοται
12 Ὅστις γὰρ ἔχει, δοθήσεται αὐτῷ καὶ περισσευθήσεται· ὅστις δὲ οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ.
οστισ γαρ εχει δοθησεται αυτω και περισσευθησεται οστισ δε ουκ εχει και ο εχει αρθησεται απ αυτου
13 Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ὅτι βλέποντες οὐ βλέπουσιν, καὶ ἀκούοντες οὐκ ἀκούουσιν, οὐδὲ συνίουσιν.
δια τουτο εν παραβολαισ αυτοισ λαλω οτι βλεποντεσ ου βλεπουσιν και ακουοντεσ ουκ ακουουσιν ουδε συνιουσιν
14 Καὶ ἀναπληροῦται αὐτοῖς ἡ προφητεία Ἠσαΐου ἡ λέγουσα, ‘Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.
και αναπληρουται αυτοισ η προφητεια ησαιου η λεγουσα ακοη ακουσετε και ου μη συνητε και βλεποντεσ βλεψετε και ου μη ιδητε
15 Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς, καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν, καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς.’
επαχυνθη γαρ η καρδια του λαου τουτου και τοισ ωσιν βαρεωσ ηκουσαν και τουσ οφθαλμουσ αυτων εκαμμυσαν μηποτε ιδωσιν τοισ οφθαλμοισ και τοισ ωσιν ακουσωσιν και τη καρδια συνωσιν και επιστρεψωσιν και ιασομαι αυτουσ
16 Ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν.
υμων δε μακαριοι οι οφθαλμοι οτι βλεπουσιν και τα ωτα υμων οτι ακουει
17 Ἀμὴν, γὰρ λέγω ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ δίκαιοι ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδαν, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
αμην γαρ λεγω υμιν οτι πολλοι προφηται και δικαιοι επεθυμησαν ιδειν α βλεπετε και ουκ ειδον και ακουσαι α ακουετε και ουκ ηκουσαν
18 Ὑμεῖς οὖν ἀκούσατε τὴν παραβολὴν τοῦ σπείραντος.
υμεισ ουν ακουσατε την παραβολην του σπειροντοσ
19 Παντὸς ἀκούοντος τὸν λόγον τῆς βασιλείας καὶ μὴ συνιέντος, ἔρχεται ὁ πονηρὸς καὶ ἁρπάζει τὸ ἐσπαρμένον ἐν τῇ καρδίᾳ αὐτοῦ. Οὗτός ἐστιν ὁ παρὰ τὴν ὁδὸν σπαρείς.
παντοσ ακουοντοσ τον λογον τησ βασιλειασ και μη συνιεντοσ ερχεται ο πονηροσ και αρπαζει το εσπαρμενον εν τη καρδια αυτου ουτοσ εστιν ο παρα την οδον σπαρεισ
20 Ὁ δὲ ἐπὶ τὰ πετρώδη σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ εὐθὺς μετὰ χαρᾶς λαμβάνων αὐτόν,
ο δε επι τα πετρωδη σπαρεισ ουτοσ εστιν ο τον λογον ακουων και ευθυσ μετα χαρασ λαμβανων αυτον
21 οὐκ ἔχει δὲ ῥίζαν ἐν ἑαυτῷ, ἀλλὰ πρόσκαιρός ἐστιν, γενομένης δὲ θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζεται.
ουκ εχει δε ριζαν εν εαυτω αλλα προσκαιροσ εστιν γενομενησ δε θλιψεωσ η διωγμου δια τον λογον ευθυσ σκανδαλιζεται
22 Ὁ δὲ εἰς τὰς ἀκάνθας σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων, καὶ ἡ μέριμνα τοῦ αἰῶνος καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λόγον, καὶ ἄκαρπος γίνεται. (aiōn )
ο δε εισ τασ ακανθασ σπαρεισ ουτοσ εστιν ο τον λογον ακουων και η μεριμνα του αιωνοσ τουτου και η απατη του πλουτου συμπνιγει τον λογον και ακαρποσ γινεται (aiōn )
23 Ὁ δὲ ἐπὶ τὴν καλὴν γῆν σπαρείς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συνιείς, ὃς δὴ καρποφορεῖ καὶ ποιεῖ, ὃ μὲν ἑκατὸν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.”
ο δε επι την γην την καλην σπαρεισ ουτοσ εστιν ο τον λογον ακουων και συνιων οσ δη καρποφορει και ποιει ο μεν εκατον ο δε εξηκοντα ο δε τριακοντα
24 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων, “Ὡμοιώθη ἡ Βασιλεία τῶν Οὐρανῶν, ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ.
αλλην παραβολην παρεθηκεν αυτοισ λεγων ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω σπειροντι καλον σπερμα εν τω αγρω αυτου
25 Ἐν δὲ τῷ καθεύδειν τοὺς ἀνθρώπους, ἦλθεν αὐτοῦ ὁ ἐχθρὸς καὶ ἐπέσπειρεν ζιζάνια ἀνὰ μέσον τοῦ σίτου καὶ ἀπῆλθεν.
εν δε τω καθευδειν τουσ ανθρωπουσ ηλθεν αυτου ο εχθροσ και εσπειρεν ζιζανια ανα μεσον του σιτου και απηλθεν
26 Ὅτε δὲ ἐβλάστησεν ὁ χόρτος καὶ καρπὸν ἐποίησεν, τότε ἐφάνη καὶ τὰ ζιζάνια.
οτε δε εβλαστησεν ο χορτοσ και καρπον εποιησεν τοτε εφανη και τα ζιζανια
27 Προσελθόντες δὲ οἱ δοῦλοι τοῦ οἰκοδεσπότου εἶπον αὐτῷ, ‘Κύριε, οὐχὶ καλὸν σπέρμα ἔσπειρας ἐν τῷ σῷ ἀγρῷ; Πόθεν οὖν ἔχει ζιζάνια;’
προσελθοντεσ δε οι δουλοι του οικοδεσποτου ειπον αυτω κυριε ουχι καλον σπερμα εσπειρασ εν τω σω αγρω ποθεν ουν εχει ζιζανια
28 Ὁ δὲ ἔφη αὐτοῖς, ‘Ἐχθρὸς ἄνθρωπος τοῦτο ἐποίησεν.’ Οἱ δὲ δοῦλοι λέγουσιν αὐτῷ, ‘Θέλεις οὖν ἀπελθόντες, συλλέξωμεν αὐτά;’
ο δε εφη αυτοισ εχθροσ ανθρωποσ τουτο εποιησεν οι δε δουλοι ειπον αυτω θελεισ ουν απελθοντεσ συλλεξομεν αυτα
29 Ὁ δέ φησιν, ‘Οὔ, μήποτε συλλέγοντες τὰ ζιζάνια, ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον.
ο δε εφη ου μηποτε συλλεγοντεσ τα ζιζανια εκριζωσητε αμα αυτοισ τον σιτον
30 Ἄφετε συναυξάνεσθαι ἀμφότερα μέχρι τοῦ θερισμοῦ· καὶ ἐν καιρῷ τοῦ θερισμοῦ ἐρῶ τοῖς θερισταῖς, “Συλλέξατε πρῶτον τὰ ζιζάνια καὶ δήσατε αὐτὰ εἰς δέσμας πρὸς τὸ κατακαῦσαι αὐτά, τὸν δὲ σῖτον συναγάγετε εἰς τὴν ἀποθήκην μου.”’”
αφετε συναυξανεσθαι αμφοτερα μεχρι του θερισμου και εν καιρω του θερισμου ερω τοισ θερισταισ συλλεξατε πρωτον τα ζιζανια και δησατε αυτα εισ δεσμασ προσ το κατακαυσαι αυτα τον δε σιτον συναγαγετε εισ την αποθηκην μου
31 Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς λέγων, “Ὁμοία ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·
αλλην παραβολην παρεθηκεν αυτοισ λεγων ομοια εστιν η βασιλεια των ουρανων κοκκω σιναπεωσ ον λαβων ανθρωποσ εσπειρεν εν τω αγρω αυτου
32 ὃ μικρότερον μέν ἐστιν πάντων τῶν σπερμάτων, ὅταν δὲ αὐξηθῇ μεῖζον τῶν λαχάνων ἐστὶν καὶ γίνεται δένδρον, ὥστε ἐλθεῖν ‘τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ’.”
ο μικροτερον μεν εστιν παντων των σπερματων οταν δε αυξηθη μειζον των λαχανων εστιν και γινεται δενδρον ωστε ελθειν τα πετεινα του ουρανου και κατασκηνουν εν τοισ κλαδοισ αυτου
33 Ἄλλην παραβολὴν ἐλάλησεν αὐτοῖς: “Ὁμοία ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν ζύμῃ, ἣν λαβοῦσα, γυνὴ ἐνέκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον.”
αλλην παραβολην ελαλησεν αυτοισ ομοια εστιν η βασιλεια των ουρανων ζυμη ην λαβουσα γυνη εκρυψεν εισ αλευρου σατα τρια εωσ ου εζυμωθη ολον
34 Ταῦτα πάντα ἐλάλησεν ὁ ˚Ἰησοῦς ἐν παραβολαῖς τοῖς ὄχλοις, καὶ χωρὶς παραβολῆς οὐδὲν ἐλάλει αὐτοῖς·
ταυτα παντα ελαλησεν ο ιησουσ εν παραβολαισ τοισ οχλοισ και χωρισ παραβολησ ουκ ελαλει αυτοισ
35 ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος, “Ἀνοίξω ἐν παραβολαῖς τὸ στόμα μου, ἐρεύξομαι κεκρυμμένα ἀπὸ καταβολῆς κόσμου.”
οπωσ πληρωθη το ρηθεν δια του προφητου λεγοντοσ ανοιξω εν παραβολαισ το στομα μου ερευξομαι κεκρυμμενα απο καταβολησ κοσμου
36 Τότε ἀφεὶς τοὺς ὄχλους, ἦλθεν εἰς τὴν οἰκίαν. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες, “Διασάφησον ἡμῖν τὴν παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ.”
τοτε αφεισ τουσ οχλουσ ηλθεν εισ την οικιαν ο ιησουσ και προσηλθον αυτω οι μαθηται αυτου λεγοντεσ φρασον ημιν την παραβολην των ζιζανιων του αγρου
37 Ὁ δὲ ἀποκριθεὶς εἶπεν, “Ὁ σπείρων τὸ καλὸν σπέρμα ἐστὶν ὁ Υἱὸς τοῦ Ἀνθρώπου·
ο δε αποκριθεισ ειπεν αυτοισ ο σπειρων το καλον σπερμα εστιν ο υιοσ του ανθρωπου
38 ὁ δὲ ἀγρός ἐστιν ὁ κόσμος· τὸ δὲ καλὸν σπέρμα, οὗτοί εἰσιν οἱ υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνιά εἰσιν οἱ υἱοὶ τοῦ πονηροῦ,
ο δε αγροσ εστιν ο κοσμοσ το δε καλον σπερμα ουτοι εισιν οι υιοι τησ βασιλειασ τα δε ζιζανια εισιν οι υιοι του πονηρου
39 ὁ δὲ ἐχθρὸς, ὁ σπείρας αὐτά, ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια αἰῶνός ἐστιν, οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν. (aiōn )
ο δε εχθροσ ο σπειρασ αυτα εστιν ο διαβολοσ ο δε θερισμοσ συντελεια του αιωνοσ εστιν οι δε θερισται αγγελοι εισιν (aiōn )
40 Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος. (aiōn )
ωσπερ ουν συλλεγεται τα ζιζανια και πυρι καιεται ουτωσ εσται εν τη συντελεια του αιωνοσ τουτου (aiōn )
41 Ἀποστελεῖ ὁ Υἱὸς τοῦ Ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν,
αποστελει ο υιοσ του ανθρωπου τουσ αγγελουσ αυτου και συλλεξουσιν εκ τησ βασιλειασ αυτου παντα τα σκανδαλα και τουσ ποιουντασ την ανομιαν
42 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
και βαλουσιν αυτουσ εισ την καμινον του πυροσ εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων
43 Τότε ‘οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος’ ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Ὁ ἔχων ὦτα, ἀκουέτω.
τοτε οι δικαιοι εκλαμψουσιν ωσ ο ηλιοσ εν τη βασιλεια του πατροσ αυτων ο εχων ωτα ακουειν ακουετω
44 Ὁμοία ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψεν, καὶ ἀπὸ τῆς χαρᾶς αὐτοῦ ὑπάγει καὶ πωλεῖ πάντα ὅσα ἔχει, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.
παλιν ομοια εστιν η βασιλεια των ουρανων θησαυρω κεκρυμμενω εν τω αγρω ον ευρων ανθρωποσ εκρυψεν και απο τησ χαρασ αυτου υπαγει και παντα οσα εχει πωλει και αγοραζει τον αγρον εκεινον
45 Πάλιν ὁμοία ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς μαργαρίτας·
παλιν ομοια εστιν η βασιλεια των ουρανων ανθρωπω εμπορω ζητουντι καλουσ μαργαριτασ
46 εὑρὼν δὲ ἕνα πολύτιμον μαργαρίτην ἀπελθὼν, πέπρακεν πάντα ὅσα εἶχεν, καὶ ἠγόρασεν αὐτόν.
οσ ευρων ενα πολυτιμον μαργαριτην απελθων πεπρακεν παντα οσα ειχεν και ηγορασεν αυτον
47 Πάλιν ὁμοία ἐστὶν ἡ Βασιλεία τῶν Οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ ἐκ παντὸς γένους συναγαγούσῃ·
παλιν ομοια εστιν η βασιλεια των ουρανων σαγηνη βληθειση εισ την θαλασσαν και εκ παντοσ γενουσ συναγαγουση
48 ἣν ὅτε ἐπληρώθη, ἀναβιβάσαντες ἐπὶ τὸν αἰγιαλὸν καὶ καθίσαντες, συνέλεξαν τὰ καλὰ εἰς ἄγγη, τὰ δὲ σαπρὰ ἔξω ἔβαλον.
ην οτε επληρωθη αναβιβασαντεσ επι τον αιγιαλον και καθισαντεσ συνελεξαν τα καλα εισ αγγεια τα δε σαπρα εξω εβαλον
49 Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος· ἐξελεύσονται οἱ ἄγγελοι, καὶ ἀφοριοῦσιν τοὺς πονηροὺς ἐκ μέσου τῶν δικαίων, (aiōn )
ουτωσ εσται εν τη συντελεια του αιωνοσ εξελευσονται οι αγγελοι και αφοριουσιν τουσ πονηρουσ εκ μεσου των δικαιων (aiōn )
50 καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
και βαλουσιν αυτουσ εισ την καμινον του πυροσ εκει εσται ο κλαυθμοσ και ο βρυγμοσ των οδοντων
51 Συνήκατε ταῦτα πάντα;” Λέγουσιν αὐτῷ, “Ναί.”
λεγει αυτοισ ο ιησουσ συνηκατε ταυτα παντα λεγουσιν αυτω ναι κυριε
52 Ὁ δὲ εἶπεν αὐτοῖς, “Διὰ τοῦτο, πᾶς γραμματεὺς μαθητευθεὶς τῇ Βασιλείᾳ τῶν Οὐρανῶν ὅμοιός ἐστιν ἀνθρώπῳ, οἰκοδεσπότῃ, ὅστις ἐκβάλλει ἐκ τοῦ θησαυροῦ αὐτοῦ καινὰ καὶ παλαιά.”
ο δε ειπεν αυτοισ δια τουτο πασ γραμματευσ μαθητευθεισ εισ την βασιλειαν των ουρανων ομοιοσ εστιν ανθρωπω οικοδεσποτη οστισ εκβαλλει εκ του θησαυρου αυτου καινα και παλαια
53 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ˚Ἰησοῦς τὰς παραβολὰς ταύτας, μετῆρεν ἐκεῖθεν.
και εγενετο οτε ετελεσεν ο ιησουσ τασ παραβολασ ταυτασ μετηρεν εκειθεν
54 Καὶ ἐλθὼν εἰς τὴν πατρίδα αὐτοῦ, ἐδίδασκεν αὐτοὺς ἐν τῇ συναγωγῇ αὐτῶν, ὥστε ἐκπλήσσεσθαι αὐτοὺς καὶ λέγειν, “Πόθεν τούτῳ ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις;
και ελθων εισ την πατριδα αυτου εδιδασκεν αυτουσ εν τη συναγωγη αυτων ωστε εκπληττεσθαι αυτουσ και λεγειν ποθεν τουτω η σοφια αυτη και αι δυναμεισ
55 Οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; Οὐχ ἡ μήτηρ αὐτοῦ λέγεται Μαριὰμ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Ἰάκωβος, καὶ Ἰωσὴφ, καὶ Σίμων, καὶ Ἰούδας;
ουχ ουτοσ εστιν ο του τεκτονοσ υιοσ ουχι η μητηρ αυτου λεγεται μαριαμ και οι αδελφοι αυτου ιακωβοσ και ιωσησ και σιμων και ιουδασ
56 Καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσιν; Πόθεν οὖν τούτῳ ταῦτα πάντα;”
και αι αδελφαι αυτου ουχι πασαι προσ ημασ εισιν ποθεν ουν τουτω ταυτα παντα
57 Καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Οὐκ ἔστιν προφήτης ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.”
και εσκανδαλιζοντο εν αυτω ο δε ιησουσ ειπεν αυτοισ ουκ εστιν προφητησ ατιμοσ ει μη εν τη πατριδι αυτου και εν τη οικια αυτου
58 Καὶ οὐκ ἐποίησεν ἐκεῖ δυνάμεις πολλὰς, διὰ τὴν ἀπιστίαν αὐτῶν.
και ουκ εποιησεν εκει δυναμεισ πολλασ δια την απιστιαν αυτων