< Κατα Ματθαιον 11 >
1 Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ ˚Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
耶稣吩咐完十二门徒后就离开了,到附近各城教导传道。
2 Ὁ δὲ Ἰωάννης, ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ ˚Χριστοῦ, πέμψας διὰ τῶν μαθητῶν αὐτοῦ,
约翰被关在监牢中时,听到基督所做之事,便派他的门徒
3 εἶπεν αὐτῷ, “Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;”
以他的名义去询问耶稣:“你是我们期盼到来之人吗?还是我们必须继续寻找其他人?”
4 Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε:
耶稣回答:“你们回去吧,把听见和看见的都告诉约翰,
5 ‘τυφλοὶ ἀναβλέπουσιν’, καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσιν, καὶ νεκροὶ ἐγείρονται, καὶ ‘πτωχοὶ εὐαγγελίζονται’.
盲者可见,瘸者可行,麻风患者治愈,聋者可以听见,亡者复活,贫苦者听到福音。
6 Καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.”
不拒绝我者,必被祝福。”
7 Τούτων δὲ πορευομένων, ἤρξατο ὁ ˚Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου, “Τί ἐξήλθατε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
他们继续前行,耶稣对众人讲起约翰。他说:“在荒野中时,你会期待什么?被风吹动的芦苇吗?
8 Ἀλλὰ τί ἐξήλθατε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἠμφιεσμένον; Ἰδοὺ, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων
你们到底想要看什么?身穿华服之人吗?衣着就像王宫中居住的人一样吗?
9 ἀλλὰ τί ἐξήλθατε; Προφήτην ἰδεῖν; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
那么,你们到那里想要看什么?先知吗?是的,但我要告诉你,他不只是一名先知。
10 Οὗτός ἐστιν περὶ οὗ γέγραπται, ‘Ἰδοὺ, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.’
他便是经文中所写那人:‘我差遣使者到你前面,为你备好你的道路。’
11 Ἀμὴν, λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ. Ὁ δὲ μικρότερος ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν, μείζων αὐτοῦ ἐστιν.
告诉你们实话,在人类世界中,任何人都不如施洗者约翰伟大,但在天国中,他却是最微不足道的那一个。
12 Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι, ἡ Βασιλεία τῶν Οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν.
从施洗约翰之时到现在,天国不断遭受猛烈攻击,暴徒企图以武力将其占为己有。
13 Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου ἐπροφήτευσαν.
因为在约翰到来之前,所有的先知和律法都在讲述上帝之道。
14 Καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας, ὁ μέλλων ἔρχεσθαι.
如果你们准备好相信,那么约翰就是你们应该期待的以利亚。
15 Ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.
如果你有耳朵,就要去听。
16 Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶν παιδίοις καθημένοις ἐν ταῖς ἀγοραῖς, ἃ προσφωνοῦντα τοῖς ἑτέροις
我该把这代人比作什么?它就像小孩子坐在市场中,喊着彼此的名字说:
17 λέγουσιν, ‘Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν καὶ οὐκ ἐκόψασθε.’
‘我们给你们吹笛子,你们却不跳舞,我们唱哀歌,你们也不哭泣。’
18 Ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν, ‘Δαιμόνιον ἔχει.’
约翰前来,禁食禁水,人们说‘他是鬼附体!’
19 Ἦλθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, ‘Ἰδοὺ, ἄνθρωπος, φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν!’ Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.”
然后人子来了,禁食禁水,人们却说:‘你看,这人贪食好酒,与税吏和罪人为友。’但通过他的行为,显示出智慧即为正道。”
20 Τότε ἤρξατο ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν.
随后,耶稣开始批判他曾行过大多数上帝神迹的城,因为那里的人不肯悔改。
21 Οὐαί σοι, Χοραζίν! Οὐαί σοι, Βηθσαϊδάν! Ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν.
“哥拉逊啊,你应感到羞愧!伯赛大啊,你应感到羞愧!在你们那里所行上帝神迹,如果出现在推罗和西顿,城中之人早已披麻蒙灰,想要悔改。
22 Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν.
但告诉你吧,在审判日那天,推罗和西顿的情况会比你们更好。
23 Καὶ σύ, Καφαρναούμ, μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ; ἕως ἍΙδου καταβήσῃ. Ὅτι εἰ ἐν Σοδόμοις ἐγενήθησαν αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμεινεν ἂν μέχρι τῆς σήμερον. (Hadēs )
至于迦百农,你们会升入天堂吗?不,你们必会跌入冥府。在你们那里行过的上帝神迹,如果行在索多玛,那座城还会存留到今天。 (Hadēs )
24 Πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.
但我告诉你们,在审判日那天,索多那城所受的惩罚可比你们轻。”
25 Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς εἶπεν, “Ἐξομολογοῦμαί σοι, Πάτερ, ˚Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἔκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις.
然后耶稣祈祷:“天父啊,天地之主,我赞美你,因你向智慧和聪明之人隐藏了这一切,却向普罗大众显明。
26 Ναί, ὁ Πατήρ, ὅτι οὕτως εὐδοκία ἐγένετο ἔμπροσθέν σου.
天父啊,是的,这样做让你欢喜。
27 Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι.
天父已将这一切交给我,只有天父理解其子,只有天父之子及其选择进行启示之人,才理解天父。
28 Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς.
所有挣扎负重之人,到我这里来。我必让你们休息。
29 Ἄρατε τὸν ζυγόν μου ἐφʼ ὑμᾶς, καὶ μάθετε ἀπʼ ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, ‘καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν’.
接受我的轭,向我学习,我内心善良谦卑,从我这里你将获得需要的休息。
30 Ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.”
我的轭很轻柔,我的负重很轻。”