< Κατα Ματθαιον 10 >

1 Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν.
And he called to him his twelve disciples, and gave them authority over unclean spirits, so that they might cast them out, and care every disease and every infirmity.
2 Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστιν ταῦτα: πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, καὶ Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ,
Now these are the names of the twelve apostles: the first, Simon, who is called Peter, and Andrew his brother; James the son of Zebedee, and John his brother;
3 Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Μαθθαῖος ὁ τελώνης, Ἰάκωβος ὁ τοῦ Ἁλφαίου καὶ Θαδδαῖος,
Philip and Bartholomew, Thomas, and Matthew the publican; James the son of Alphæus, and Lebbæus, who was surnamed Thaddæus;
4 Σίμων ὁ Καναναῖος καὶ Ἰούδας ὁ Ἰσκαριώτης, ὁ καὶ παραδοὺς αὐτόν.
Simon the Canaanite, and Judas Iscariot, who also delivered him up.
5 Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ ˚Ἰησοῦς παραγγείλας αὐτοῖς λέγων, “Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε·
These twelve Jesus sent forth after he had charged them, saying: Go not into the road that leads to the Gentiles, and enter not a city of the Samaritans.
6 πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.
But go rather to the lost sheep of the house of Israel.
7 Πορευόμενοι δὲ κηρύσσετε λέγοντες, ὅτι ‘Ἤγγικεν ἡ Βασιλεία τῶν Οὐρανῶν.’
And as you go, preach, saying: The kingdom of heaven is at hand.
8 Ἀσθενοῦντας θεραπεύετε, νεκροὺς ἐγείρετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Cure the sick, cleanse the lepers, cast out demons. Freely you have received, freely give.
9 Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν,
Provide for yourselves neither gold, nor silver, nor brass, to put into your purses,
10 μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ.
nor bag for your journey, nor two coats, nor sandals, nor staffs: for the laborer is worthy of his support.
11 Εἰς ἣν δʼ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε.
Whatever city or village you enter, inquire who in it is worthy, and there make your home till you go away.
12 Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν.
When you go into a house, salute it:
13 Καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθάτω ἡ εἰρήνη ὑμῶν ἐπʼ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω.
and if the house be worthy, your peace shall come upon it; but if it be not worthy, your peace shall return to you.
14 Καὶ ὃς ἂν μὴ δέξηται ὑμᾶς, μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ἔξω τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν.
And whoever will not receive you, nor hear your words, when you go out of that house or that city, shake off the dust from your feet.
15 Ἀμὴν, λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.
Verily I say to you, It shall be more tolerable for the land of Sodom and Gomorrah, in the day of judgment, than for that city.
16 Ἰδοὺ, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.
Behold, I send you forth as sheep in the midst of wolves: be, therefore, wise as serpents, and guileless as doves.
17 Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς·
But beware of men: for they will deliver you to the councils, and scourge you in their synagogues;
18 καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν.
and you will be brought before governors and kings for my sake, for a testimony against them and the Gentiles.
19 Ὅταν δὲ παραδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσητε.
But when they deliver you up, be not anxious how or what you shall speak; for that which you shall speak shall be given you in that hour:
20 Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ ˚Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.
for it is not you that speak, but it is the Spirit of your Father that speaks in you.
21 Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς.
Brother will deliver up brother to death, and the father the child; and children will rise up against their parents, and cause them to be put to death.
22 Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
And you will be hated by all men on my account: but he that endures to the end shall be saved.
23 Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἑτέραν· ἀμὴν, γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ, ἕως ἔλθῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου.
But when they persecute you in this city, flee into another: for verily I say to you, You will not have made the circuit of the cities of Israel before the Son of man shall come.
24 Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ.
The disciple is not above his teacher, nor the servant above his master.
25 Ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ;
It is enough for the disciple, that he be as his teacher; and for the servant, that he be as his master. If they call the master of the house Beelzebul, how much more those of his household?
26 Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
Fear them not, therefore; for there is nothing covered that shall not be revealed, nor hidden that shall not be made known.
27 Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων.
What I tell you in darkness, speak in the light: and what you hear in the ear, preach on the house-tops.
28 Καὶ μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβεῖσθε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν Γεέννῃ. (Geenna g1067)
And fear not them that kill the body, but are not able to kill the soul. But rather fear him who is able to destroy both soul and body in hell. (Geenna g1067)
29 Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; Καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν, ἄνευ τοῦ Πατρὸς ὑμῶν.
Are not two sparrows sold for a farthing? and yet not one of them shall fall upon the ground with out your Father.
30 Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν.
But even the hairs of your head are all numbered.
31 Μὴ οὖν φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.
Fear not, therefore: you are of more value than many sparrows.
32 Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
Whoever, therefore, will confess me before men, him will I also confess before my Father who is in heaven.
33 Ὅστις δʼ ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι κἀγὼ αὐτὸν ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
But whoever will deny me before men, him will I also deny before my Father who is in heaven.
34 Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν.
Think not that I have come to send peace on the earth. I have not come to send peace, but a sword.
35 Ἦλθον γὰρ ‘διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς
For I have come to set a man at variance with his father, and the daughter with her mother, and the daughter-in-law with her mother-in-law:
36 καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ’.
and a man’s enemies shall be those of his own household.
37 Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστιν μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστιν μου ἄξιος.
He that loves father or mother more than me, is not worthy of me: and he that loves son or daughter more than me, is not worthy of me:
38 Καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστιν μου ἄξιος.
and whoever does not take his cross and follow after me, is not worthy of me.
39 Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
He that finds his life shall lose it; and he that loses his life for my sake, shall find it.
40 Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με.
He that receives you, receives me: and he that receives me, receives him that sent me.
41 Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήμψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου, μισθὸν δικαίου λήμψεται.
He that receives a prophet because he is a prophet, shall receive a prophet’s reward: and he that receives a righteous man because he is a righteous man, shall receive a righteous man’s reward.
42 Καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ, μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν, λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.”
And whoever will give one of these little ones only a cup of cold water to drink, because he is a disciple, verily I say to you, he shall not lose his reward.

< Κατα Ματθαιον 10 >