< Κατα Μαρκον 7 >

1 Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων, ἐλθόντες ἀπὸ Ἱεροσολύμων,
Then the Pharisees and some of the scribes gathered together to him, having come from Jerusalem.
2 καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ, ὅτι κοιναῖς χερσίν, τοῦτʼ ἔστιν ἀνίπτοις, ἐσθίουσιν τοὺς ἄρτους.
Now when they saw some of his disciples eating bread with defiled, that is unwashed, hands, they found fault.
3 (Οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι, ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων,
(For the Pharisees and all the Jews don’t eat unless they wash their hands and forearms, holding to the tradition of the elders.
4 καὶ ἀπʼ ἀγορᾶς ἐὰν μὴ βαπτίσωνται οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων.)
They don’t eat when they come from the marketplace unless they bathe themselves, and there are many other things which they have received to hold to: washings of cups, pitchers, bronze vessels, and couches.)
5 Καὶ ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς, “Διὰ τί οἱ μαθηταί σου οὐ περιπατοῦσιν κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ κοιναῖς χερσὶν ἐσθίουσιν τὸν ἄρτον;”
The Pharisees and the scribes asked him, “Why don’t your disciples walk according to the tradition of the elders, but eat their bread with unwashed hands?”
6 Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται, ὅτι ‘Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ.
He answered them, “Well did Isaiah prophesy of you hypocrites, as it is written, ‘This people honors me with their lips, but their heart is far from me.
7 Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.’
They worship me in vain, teaching as doctrines the commandments of men.’
8 Ἀφέντες τὴν ἐντολὴν τοῦ ˚Θεοῦ, κρατεῖτε τὴν παράδοσιν τῶν ἀνθρώπων.”
“For you set aside the commandment of God, and hold tightly to the tradition of men—the washing of pitchers and cups, and you do many other such things.”
9 Καὶ ἔλεγεν αὐτοῖς, “Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ ˚Θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν τηρήσητε.
He said to them, “Full well do you reject the commandment of God, that you may keep your tradition.
10 Μωϋσῆς γὰρ εἶπεν, ‘Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου’, καί, ‘Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω.’
For Moses said, ‘Honor your father and your mother;’ and, ‘He who speaks evil of father or mother, let him be put to death.’
11 Ὑμεῖς δὲ λέγετε, ‘Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί, “Κορβᾶν”’, (ὅ ἐστιν “Δῶρον”), ‘“ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς”’,
But you say, ‘If a man tells his father or his mother, “Whatever profit you might have received from me is Corban,”’” that is to say, given to God,
12 οὐκέτι ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ πατρὶ ἢ τῇ μητρί,
“then you no longer allow him to do anything for his father or his mother,
13 ἀκυροῦντες τὸν λόγον τοῦ ˚Θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε. Καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.”
making void the word of God by your tradition which you have handed down. You do many things like this.”
14 Καὶ προσκαλεσάμενος πάλιν τὸν ὄχλον, ἔλεγεν αὐτοῖς, “Ἀκούετέ μου πάντες καὶ συνίετε:
He called all the multitude to himself and said to them, “Hear me, all of you, and understand.
15 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν, ὃ δύναται αὐτὸν κοινῶσαι ἀλλὰ τὰ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά, ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον.”
There is nothing from outside of the man that going into him can defile him; but the things which proceed out of the man are those that defile the man.
If anyone has ears to hear, let him hear!”
17 Καὶ ὅτε εἰσῆλθεν εἰς οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ τὴν παραβολήν.
When he had entered into a house away from the multitude, his disciples asked him about the parable.
18 Καὶ λέγει αὐτοῖς, “Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; Οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον, οὐ δύναται αὐτὸν κοινῶσαι,
He said to them, “Are you also without understanding? Don’t you perceive that whatever goes into the man from outside can’t defile him,
19 ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν, ἀλλʼ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται;” (Καθαρίζων πάντα τὰ βρώματα.)
because it doesn’t go into his heart, but into his stomach, then into the latrine, making all foods clean?”
20 Ἔλεγεν δὲ, ὅτι “Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον, ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον.
He said, “That which proceeds out of the man, that defiles the man.
21 Ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, πορνεῖαι, κλοπαί, φόνοι, μοιχεῖαι,
For from within, out of the hearts of men, proceed evil thoughts, adulteries, sexual sins, murders, thefts,
22 πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη.
covetings, wickedness, deceit, lustful desires, an evil eye, blasphemy, pride, and foolishness.
23 Πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.”
All these evil things come from within and defile the man.”
24 Ἐκεῖθεν δὲ ἀναστὰς, ἀπῆλθεν εἰς τὰ ὅρια Τύρου καὶ Σιδῶνος. Καὶ εἰσελθὼν εἰς οἰκίαν, οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνάσθη λαθεῖν.
From there he arose and went away into the borders of Tyre and Sidon. He entered into a house and didn’t want anyone to know it, but he couldn’t escape notice.
25 Ἀλλʼ εὐθὺς ἀκούσασα γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον ἐλθοῦσα, προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ.
For a woman whose little daughter had an unclean spirit, having heard of him, came and fell down at his feet.
26 Ἡ δὲ γυνὴ ἦν Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει, καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς.
Now the woman was a Greek, a Syrophoenician by race. She begged him that he would cast the demon out of her daughter.
27 Καὶ ἔλεγεν αὐτῇ, “Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γάρ ἐστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ τοῖς κυναρίοις βαλεῖν.”
But Yeshua said to her, “Let the children be filled first, for it is not appropriate to take the children’s bread and throw it to the dogs.”
28 Ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ, “Ναί, ˚Κύριε, καὶ τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν παιδίων.”
But she answered him, “Yes, Lord. Yet even the dogs under the table eat the children’s crumbs.”
29 Καὶ εἶπεν αὐτῇ, “Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν τὸ δαιμόνιον, ἐκ τῆς θυγατρός σου.”
He said to her, “For this saying, go your way. The demon has gone out of your daughter.”
30 Καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς, εὗρεν τὸ παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην, καὶ τὸ δαιμόνιον ἐξεληλυθός.
She went away to her house, and found the child having been laid on the bed, with the demon gone out.
31 Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου, ἦλθεν διὰ Σιδῶνος εἰς τὴν θάλασσαν τῆς Γαλιλαίας, ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως.
Again he departed from the borders of Tyre and Sidon, and came to the sea of Galilee through the middle of the region of Decapolis.
32 Καὶ φέρουσιν αὐτῷ κωφὸν καὶ μογιλάλον, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα.
They brought to him one who was deaf and had an impediment in his speech. They begged him to lay his hand on him.
33 Καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατʼ ἰδίαν, ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ, καὶ πτύσας, ἥψατο τῆς γλώσσης αὐτοῦ,
He took him aside from the multitude privately and put his fingers into his ears; and he spat and touched his tongue.
34 καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ, “Ἐφφαθά”, ὅ ἐστιν, “Διανοίχθητι”.
Looking up to heaven, he sighed, and said to him, “Ephphatha!” that is, “Be opened!”
35 Καὶ ἠνοίγησαν αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς.
Immediately his ears were opened, and the impediment of his tongue was released, and he spoke clearly.
36 Καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ λέγωσιν. Ὅσον δὲ αὐτοῖς διεστέλλετο, αὐτοὶ μᾶλλον περισσότερον ἐκήρυσσον.
He commanded them that they should tell no one, but the more he commanded them, so much the more widely they proclaimed it.
37 Καὶ ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες, “Καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν, καὶ ἀλάλους λαλεῖν.”
They were astonished beyond measure, saying, “He has done all things well. He makes even the deaf hear and the mute speak!”

< Κατα Μαρκον 7 >