< Κατα Μαρκον 5 >

1 Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης, εἰς τὴν χώραν τῶν Γερασηνῶν.
And they came to the other side of the sea, into the country of the Gadarenes.
2 Καὶ ἐξελθόντος αὐτοῦ ἐκ τοῦ πλοίου, ὑπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
And when He was come out of the ship, immediately there met Him from the tombs,
3 ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ οὐδὲ ἁλύσει οὐκέτι οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι,
a man with an impure spirit, who kept among the tombs; and no one could bind him, not even with chains:
4 διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπάσθαι ὑπʼ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι.
for he had often been bound with fetters and chains, and the chains had been pulled asunder by him, and the fetters broken; and no man could tame him:
5 Καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν, ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις.
and he was always night and day upon the hills and among the sepulchres bawling, and gashing himself with stones.
6 Καὶ ἰδὼν τὸν ˚Ἰησοῦν ἀπὸ μακρόθεν, ἔδραμεν καὶ προσεκύνησεν αὐτόν,
But when he saw Jesus afar off, he ran and worshipped Him,
7 καὶ κράξας φωνῇ μεγάλῃ λέγει, “Τί ἐμοὶ καὶ σοί ˚Ἰησοῦ, Υἱὲ τοῦ ˚Θεοῦ τοῦ Ὑψίστου; Ὁρκίζω σε τὸν ˚Θεόν, μή με βασανίσῃς.”
and crying out with a loud voice said, Jesus thou Son of the most high God, what have I to do with thee? I adjure thee by God, that thou wouldst not torment me:
8 Ἔλεγεν γὰρ αὐτῷ, “Ἔξελθε, τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου!”
(for He said to him, Thou impure spirit, come out of the man.)
9 Καὶ ἐπηρώτα αὐτόν, “Τί ὄνομά σοι;” Καὶ λέγει αὐτῷ, “Λεγιὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν.”
And He asked him, What is thy name? And he answered, saying, My name is Legion: for we are many.
10 Καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ αὐτὰ ἀποστείλῃ ἔξω τῆς χώρας.
And he earnestly intreated Him, that He would not send them out of that country.
11 Ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει, ἀγέλη χοίρων μεγάλη βοσκομένη·
Now there was a great herd of swine feeding upon the mountains:
12 καὶ παρεκάλεσαν αὐτὸν λέγοντες, “Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.”
and all the demons intreated Him, saying, Send us to the swine, that we may enter into them.
13 Καὶ ἐπέτρεψεν αὐτοῖς. Καὶ ἐξελθόντα, τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ὡς δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ.
And immediately Jesus permitted them: and the impure spirits went out of the man, and entered into the swine; and the herd (which were about two thousand, ) ran violently down a precipice into the sea, and were suffocated.
14 Καὶ οἱ βόσκοντες αὐτοὺς ἔφυγον, καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς. Καὶ ἐξῆλθον ἰδεῖν τί ἐστιν τὸ γεγονός.
And they that were feeding the swine fled, and told it in the city, and in the country. And they went out to see what was done:
15 Καὶ ἔρχονται πρὸς τὸν ˚Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον καθήμενον, ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγεῶνα, καὶ ἐφοβήθησαν.
and they come to Jesus, and see the demoniac, who had been possessed by the legion, sitting and clothed, and in his right mind; and they were afraid.
16 Καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες, πῶς ἐγένετο τῷ δαιμονιζομένῳ, καὶ περὶ τῶν χοίρων.
And when those that saw it told them what had happened to the demoniac,
17 Καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν.
and concerning the swine, they intreated Him to depart from their borders.
18 Καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον, παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετʼ αὐτοῦ ᾖ.
And as He went into the ship, the demoniac intreated Him that he might be with Him:
19 Καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ, “Ὕπαγε εἰς τὸν οἶκόν σου, πρὸς τοὺς σούς, καὶ ἀπάγγειλον αὐτοῖς ὅσα ὁ ˚Κύριός σοι πεποίηκεν, καὶ ἠλέησέν σε.”
but Jesus did not permit him; but saith to him, Go home to thy friends, and tell them how great things the Lord hath done for thee, and hath had compassion on thee:
20 Καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει, ὅσα ἐποίησεν αὐτῷ ὁ ˚Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.
and he departed, and published in Decapolis, how great things Jesus had done for him, and they were all amazed.
21 Καὶ διαπεράσαντος τοῦ ˚Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν, συνήχθη ὄχλος πολὺς ἐπʼ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.
And when Jesus passed over again in the ship to the other side, a great multitude was gathered unto Him, nigh unto the sea.
22 Καὶ ἰδοὺ, ἔρχεται εἷς τῶν ἀρχισυναγώγων ὀνόματι Ἰάειρος, καὶ ἰδὼν αὐτὸν, πίπτει πρὸς τοὺς πόδας αὐτοῦ,
And behold, there cometh one of the rulers of the synagogue, named Jairus; and as soon as he saw Him, he fell at his feet,
23 καὶ παρακαλεῖ αὐτὸν πολλὰ λέγων, ὅτι “Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν, ἐπιθῇς τὰς χεῖρας αὐτῇ, ἵνα σωθῇ καὶ ζήσῃ.”
and earnestly intreated Him, saying, My little daughter is at the point of death, I beseech thee that thou wouldst come and lay thy hands on her, that she may be healed, and she will live.
24 Καὶ ἀπῆλθεν μετʼ αὐτοῦ. Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν.
So Jesus went with him, and a great multitude followed Him, and pressed about Him.
25 Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος δώδεκα ἔτη,
And a woman who had been in a flux twelve years,
26 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν, καὶ δαπανήσασα τὰ παρʼ ἑαυτῆς πάντα, καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα,
and had suffered a great deal from many physicians, and spent all that she had, and received no benefit, but rather grew worse,
27 ἀκούσασα τὰ περὶ τοῦ ˚Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν, ἥψατο τοῦ ἱματίου αὐτοῦ.
when she heard of Jesus, came behind Him in the croud, and touched his garment; for she said,
28 Ἔλεγεν γὰρ, ὅτι “Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι.”
If I can but touch his clothes, I shall be cured.
29 Καὶ εὐθὺς ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος.
And immediately the fountain of her blood was dried up; and she felt within herself that she was healed of the disorder.
30 Καὶ εὐθὺς ὁ ˚Ἰησοῦς, ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν, ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν, “Τίς μου ἥψατο τῶν ἱματίων;”
And immediately Jesus, knowing in Himself that power was gone out of Him, turned about in the croud and said, Who touched my clothes?
31 Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, “Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις, ‘Τίς μου ἥψατο;’”
And his disciples said unto Him, Thou seest the multitude crouding about thee, and dost thou ask, Who touched me?
32 Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν.
and He looked round about to see who had done it.
33 Ἡ δὲ γυνὴ, φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν αὐτῇ, ἦλθεν καὶ προσέπεσεν αὐτῷ, καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.
But the woman being afraid and trembling, as knowing what had been done in her, came and prostrated herself to Him, and told Him all the truth:
34 Ὁ δὲ εἶπεν αὐτῇ, “Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.”
and He said to her, Daughter, thy faith has saved thee; go in peace, and be healed of thy disorder.
35 Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες, ὅτι “Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;”
While He was yet speaking, there came some from the ruler of the synagogue's house, saying, Thy daughter is dead, why dost thou trouble the Master any more?
36 Ὁ δὲ ˚Ἰησοῦς παρακούσας τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ, “Μὴ φοβοῦ, μόνον πίστευε.”
But Jesus hearing the word that was spoken, immediately saith to the ruler of the synagogue, Fear not, only believe:
37 Καὶ οὐκ ἀφῆκεν οὐδένα μετʼ αὐτοῦ συνακολουθῆσαι, εἰ μὴ τὸν Πέτρον, καὶ Ἰάκωβον, καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου.
and He suffered none to go along with Him, but Peter, and James, and John the brother of James.
38 Καὶ ἔρχονται εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ θεωρεῖ θόρυβον, καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά.
And He cometh to the house of the ruler of the synagogue, and seeth a tumult, people weeping and lamenting greatly:
39 Καὶ εἰσελθὼν λέγει αὐτοῖς, “Τί θορυβεῖσθε καὶ κλαίετε; Τὸ παιδίον οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει.”
and when He was come in, He saith unto them, Why do ye take on thus and weep? the child is not dead, but asleep.
40 Καὶ κατεγέλων αὐτοῦ. Αὐτὸς δὲ ἐκβαλὼν πάντας, παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου, καὶ τὴν μητέρα, καὶ τοὺς μετʼ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ παιδίον.
And they laughed at Him: but when He had turned them all out, He taketh the father, and the mother of the child, and those three that were with Him, and goes in where the child was laid:
41 Καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου, λέγει αὐτῇ, “Ταλιθά, κούμ!” Ὅ ἐστιν μεθερμηνευόμενον “Τὸ κοράσιον, σοὶ λέγω, ἔγειρε!”
and taking hold of her hand, He saith unto her, Talitha, cumi, which is, being interpreted, Damsel, (I say unto thee) arise:
42 Καὶ εὐθὺς ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. Καὶ ἐξέστησαν εὐθὺς ἐκστάσει μεγάλῃ.
and immediately the damsel rose up and walked; for she was twelve years old; and they were struck with great astonishment.
43 Καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.
And He strictly charged them, that no one should know it: and bid them give her something to eat.

< Κατα Μαρκον 5 >