< Κατα Μαρκον 4 >

1 Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ συνάγεται πρὸς αὐτὸν ὄχλος πλεῖστος, ὥστε αὐτὸν εἰς τὸ πλοῖον ἐμβάντα, καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ἦσαν.
耶稣又在海边教导众人,很多人赶来聆听。他走上海中的一条船,坐下来,民众则都站在岸上聆听。
2 Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,
他用了很多比喻故事进行讲授:
3 “Ἀκούετε! Ἰδοὺ, ἐξῆλθεν ὁ σπείρων σπεῖραι.
他说:“听着!有一个农夫要出去撒种,
4 Καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό.
有的种子落在路旁,被过来的小鸟吃掉了。
5 Καὶ ἄλλο ἔπεσεν ἐπὶ τὸ πετρῶδες, καὶ ὅπου οὐκ εἶχεν γῆν πολλήν, καὶ εὐθὺς ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς·
有的落在泥土稀薄、石头众多的土地上,在浅薄的土层上,种子很快发芽。
6 καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος ἐκαυματίσθη, καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη.
但太阳一出来,就把它晒干了,因为没有实根而枯萎。
7 Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν.
有的种子落在荆棘丛,荆棘长出来后,把它挤住,它无法结出果实。
8 Καὶ ἄλλα ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν, ἀναβαίνοντα καὶ αὐξανόμενα, καὶ ἔφερεν εἰς τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατόν.”
那些落在肥沃土壤中的种子,就会繁茂成长,结出果实,是原来的 30 倍、 60 倍甚至 100 倍之多。
9 Καὶ ἔλεγεν, “Ὃς ἔχει ὦτα ἀκούειν, ἀκουέτω.”
你若有耳可聆听,就听听我所说的讲述。”
10 Καὶ ὅτε ἐγένετο κατὰ μόνας, ἠρώτων αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα τὰς παραβολάς.
耶稣独自一人的时候,始终跟随他的十二门徒和其他人走过来,询问这些比喻的意义。
11 Καὶ ἔλεγεν αὐτοῖς, “Ὑμῖν τὸ μυστήριον δέδοται τῆς Βασιλείας τοῦ ˚Θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται,
耶稣对他们说:“上帝之国的奥秘,只给你们知道,但对于外人只会讲述比喻。因为
12 ἵνα ‘βλέποντες, βλέπωσιν καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες, ἀκούωσι καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ αὐτοῖς.’”
他们纵使看见了也不会领悟,听见了也不会明白。不然他们就会找到我,获得原谅。”
13 Καὶ λέγει αὐτοῖς, “Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε;
耶稣问他们:“你们理解这个故事吗?如果不理解,又如何明白其他故事呢?
14 Ὁ σπείρων τὸν λόγον σπείρει.
农夫所撒的种子就是福音。
15 Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν, ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, εὐθὺς ἔρχεται ὁ Σατανᾶς, καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον εἰς αὐτούς.
落在路旁的种子,就是人们在听福音,撒旦立刻出现,把撒在其心里的福音夺走。
16 Καὶ οὗτοί εἰσιν ὁμοίως οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον, εὐθὺς μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν,
撒在石地上的种子,代表人听了福音后立刻欢喜接受,
17 καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, εὐθὺς σκανδαλίζονται.
但道并未在他们心中落根,只是暂时停留,一旦遇到患难和迫害,他们很快就会沦陷。
18 Καὶ ἄλλοι εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, οὗτοί εἰσιν οἱ τὸν λόγον ἀκούσαντες,
撒在荆棘中的种子则指另一些人,他们虽然听了福音,
19 καὶ αἱ μέριμναι τοῦ αἰῶνος, καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι, συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. (aiōn g165)
但现世的忧虑、对财富的迷恋和种种的欲望不断滋生,把福音挤出去,结不出果实。 (aiōn g165)
20 Καὶ ἐκεῖνοί εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν, ἓν τριάκοντα, καὶ ἓν ἑξήκοντα, καὶ ἓν ἑκατόν.”
落在肥沃土壤里的种子,就是人在听到福音后真正接受它,就会结出比原来多 30 倍、 60 倍、甚至 100 倍之多的果实。”
21 Καὶ ἔλεγεν αὐτοῖς, “Μήτι ἔρχεται ὁ λύχνος, ἵνα ὑπὸ τὸν μόδιον τεθῇ, ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν τεθῇ;
耶稣又对他们说:“人们在点灯之后,不会将其放在水桶或床下,而是会将其放在灯台上。
22 Οὐ γάρ ἐστιν κρυπτὸν, ἐὰν μὴ ἵνα φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλʼ ἵνα ἔλθῃ εἰς φανερόν.
所有隐藏之事最终都会显现,所有秘密都会被公开。
23 Εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω.”
有耳朵可以倾听之人,就要听我所说的讲述!”
24 Καὶ ἔλεγεν αὐτοῖς, “Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν.
耶稣又对他们说:“要留心你们听到的,因为你们用什么标准衡量别人,上帝就会用什么标准衡量你们,完全相同。
25 Ὃς γὰρ ἔχει, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ.”
如果你已经理解,就会得到更多,如果无法理解,现在拥有的也会失去。”
26 Καὶ ἔλεγεν, “Οὕτως ἐστὶν ἡ Βασιλεία τοῦ ˚Θεοῦ: ὡς ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς,
耶稣说:“上帝的王国就像一个人在地里撒种,
27 καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστᾷ καὶ μηκύνηται– ὡς οὐκ οἶδεν αὐτός.
他夜里睡觉,白天醒来,日复一日,但并不知道种子如何发芽生长。
28 Αὐτομάτη ἡ γῆ καρποφορεῖ: πρῶτον χόρτον, εἶτεν στάχυν, εἶτα πλήρης σῖτον ἐν τῷ στάχυϊ.
大地生长作物是自然而为,先长苗,后吐穗,然后穗上结满了谷粒。
29 Ὅταν δὲ παραδοῖ ὁ καρπός, εὐθὺς ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.”
谷粒成熟后就到了收获时节,农夫用镰刀将其割下。
30 Καὶ ἔλεγεν, “Πῶς ὁμοιώσωμεν τὴν Βασιλείαν τοῦ ˚Θεοῦ, ἢ ἐν τίνι αὐτὴν παραβολῇ θῶμεν;
我们可以将上帝的王国比做什么?可以用什么比喻来形容它呢?
31 Ὡς κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερον ὂν πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς,
它好像一粒芥菜种,比所有种子都小,
32 καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μεῖζον πάντων τῶν λαχάνων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε ‘δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν’.”
种子在种下后开始生长,长成的样子却比其他作物都大,它的大枝叶甚至吸引天空的飞鸟在它的树荫下栖息。”
33 Καὶ τοιαύταις παραβολαῖς πολλαῖς, ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν·
耶稣用了许多这样的比喻,按照人们能够理解的方式讲述故事。
34 χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατʼ ἰδίαν δὲ τοῖς ἰδίοις μαθηταῖς, ἐπέλυεν πάντα.
事实上,他在公开讲道的时候仅使用比喻。只有单独和门徒在一起时,他才会把一切解释给他们听。
35 Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης, “Διέλθωμεν εἰς τὸ πέραν.”
当天黄昏,耶稣对门徒说:“我们到海那边去吧。”
36 Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα πλοῖα ἦν μετʼ αὐτοῦ.
门徒们离开民众,跟着耶稣走上船,还有其他的船跟随他们。
37 Καὶ γίνεται λαῖλαψ μεγάλη ἀνέμου, καὶ τὰ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη γεμίζεσθαι τὸ πλοῖον.
忽然海上刮起狂风,波浪不断拍打船身,船上积满了水。
38 Καὶ αὐτὸς ἦν ἐν τῇ πρύμνῃ, ἐπὶ τὸ προσκεφάλαιον καθεύδων. Καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ, “Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα;”
耶稣却在船尾靠着垫子睡着了。门徒把他叫醒说:“老师,我们就要淹死了,你不担心吗?”
39 Καὶ διεγερθεὶς, ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ, “Σιώπα, πεφίμωσο.” Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη.
耶稣醒来,命令风停止;又对海浪说:“不要出声!安静吧!”风立刻停止,世界平静下来。。
40 Καὶ εἶπεν αὐτοῖς, “Τί δειλοί ἐστε; Οὔπω ἔχετε πίστιν;”
然后耶稣问他们:“你们为什么如此害怕?怎么对我这么没有信心?”
41 Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, “Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα αὐτῷ ὑπακούει;”
门徒心生敬畏,彼此问到:“他到底是谁?连风和海浪都听他的!”

< Κατα Μαρκον 4 >