< Κατα Μαρκον 2 >

1 Καὶ εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ διʼ ἡμερῶν, ἠκούσθη ὅτι ἐν οἴκῳ ἐστίν.
तदनन्तरं यीशै कतिपयदिनानि विलम्ब्य पुनः कफर्नाहूम्नगरं प्रविष्टे स गृह आस्त इति किंवदन्त्या तत्क्षणं तत्समीपं बहवो लोका आगत्य समुपतस्थुः,
2 Καὶ συνήχθησαν πολλοὶ, ὥστε μηκέτι χωρεῖν, μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
तस्माद् गृहमध्ये सर्व्वेषां कृते स्थानं नाभवद् द्वारस्य चतुर्दिक्ष्वपि नाभवत्, तत्काले स तान् प्रति कथां प्रचारयाञ्चक्रे।
3 Καὶ ἔρχονται φέροντες πρὸς αὐτὸν παραλυτικὸν, αἰρόμενον ὑπὸ τεσσάρων.
ततः परं लोकाश्चतुर्भि र्मानवैरेकं पक्षाघातिनं वाहयित्वा तत्समीपम् आनिन्युः।
4 Καὶ μὴ δυνάμενοι προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον, ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες, χαλῶσι τὸν κράβαττον ὅπου ὁ παραλυτικὸς κατέκειτο.
किन्तु जनानां बहुत्वात् तं यीशोः सम्मुखमानेतुं न शक्नुवन्तो यस्मिन् स्थाने स आस्ते तदुपरिगृहपृष्ठं खनित्वा छिद्रं कृत्वा तेन मार्गेण सशय्यं पक्षाघातिनम् अवरोहयामासुः।
5 Καὶ ἰδὼν ὁ ˚Ἰησοῦς τὴν πίστιν αὐτῶν, λέγει τῷ παραλυτικῷ, “Τέκνον, ἀφέωνται σου αἱ ἁμαρτίαι.”
ततो यीशुस्तेषां विश्वासं दृष्ट्वा तं पक्षाघातिनं बभाषे हे वत्स तव पापानां मार्जनं भवतु।
6 Ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ, καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν,
तदा कियन्तोऽध्यापकास्तत्रोपविशन्तो मनोभि र्वितर्कयाञ्चक्रुः, एष मनुष्य एतादृशीमीश्वरनिन्दां कथां कुतः कथयति?
7 “Τί οὗτος οὕτως λαλεῖ; Βλασφημεῖ! Τίς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ εἷς ὁ ˚Θεός;”
ईश्वरं विना पापानि मार्ष्टुं कस्य सामर्थ्यम् आस्ते?
8 Καὶ εὐθὺς ἐπιγνοὺς ὁ ˚Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι οὕτως διαλογίζονται ἐν ἑαυτοῖς, λέγει αὐτοῖς, “Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
इत्थं ते वितर्कयन्ति यीशुस्तत्क्षणं मनसा तद् बुद्व्वा तानवदद् यूयमन्तःकरणैः कुत एतानि वितर्कयथ?
9 Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ, ἀφέωνταί σοι αἱ ἁμαρτίαι’, ἢ εἰπεῖν, ‘Ἔγειρε καὶ ἆρον τὸν κράβαττόν σου καὶ περιπάτει’;
तदनन्तरं यीशुस्तत्स्थानात् पुनः समुद्रतटं ययौ; लोकनिवहे तत्समीपमागते स तान् समुपदिदेश।
10 Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας”, (λέγει τῷ παραλυτικῷ),
किन्तु पृथिव्यां पापानि मार्ष्टुं मनुष्यपुत्रस्य सामर्थ्यमस्ति, एतद् युष्मान् ज्ञापयितुं (स तस्मै पक्षाघातिने कथयामास)
11 “Σοὶ λέγω, ἔγειρε ἆρον τὸν κράβαττόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.”
उत्तिष्ठ तव शय्यां गृहीत्वा स्वगृहं याहि, अहं त्वामिदम् आज्ञापयामि।
12 Καὶ ἠγέρθη, καὶ εὐθὺς ἄρας τὸν κράβαττον, ἐξῆλθεν ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας, καὶ δοξάζειν τὸν ˚Θεὸν λέγοντας, ὅτι “Οὕτως οὐδέποτε εἴδομεν.”
ततः स तत्क्षणम् उत्थाय शय्यां गृहीत्वा सर्व्वेषां साक्षात् जगाम; सर्व्वे विस्मिता एतादृशं कर्म्म वयम् कदापि नापश्याम, इमां कथां कथयित्वेश्वरं धन्यमब्रुवन्।
13 Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν, καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.
तदनन्तरं यीशुस्तत्स्थानात् पुनः समुद्रतटं ययौ; लोकनिवहे तत्समीपमागते स तान् समुपदिदेश।
14 Καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ, “Ἀκολούθει μοι.” Καὶ ἀναστὰς, ἠκολούθησεν αὐτῷ.
अथ गच्छन् करसञ्चयगृह उपविष्टम् आल्फीयपुत्रं लेविं दृष्ट्वा तमाहूय कथितवान् मत्पश्चात् त्वामामच्छ ततः स उत्थाय तत्पश्चाद् ययौ।
15 Καὶ γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ ˚Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσαν γὰρ πολλοὶ, καὶ ἠκολούθουν αὐτῷ.
अनन्तरं यीशौ तस्य गृहे भोक्तुम् उपविष्टे बहवः करमञ्चायिनः पापिनश्च तेन तच्छिष्यैश्च सहोपविविशुः, यतो बहवस्तत्पश्चादाजग्मुः।
16 Καὶ οἱ γραμματεῖς τῶν Φαρισαίων, ἰδόντες ὅτι ἐσθίει μετὰ τῶν ἁμαρτωλῶν καὶ τῶν τελωνῶν, ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ, ὅτι “Μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίει;”
तदा स करमञ्चायिभिः पापिभिश्च सह खादति, तद् दृष्ट्वाध्यापकाः फिरूशिनश्च तस्य शिष्यानूचुः करमञ्चायिभिः पापिभिश्च सहायं कुतो भुंक्ते पिवति च?
17 Καὶ ἀκούσας, ὁ ˚Ἰησοῦς λέγει αὐτοῖς, “Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλʼ οἱ κακῶς ἔχοντες. Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλούς.”
तद्वाक्यं श्रुत्वा यीशुः प्रत्युवाच, अरोगिलोकानां चिकित्सकेन प्रयोजनं नास्ति, किन्तु रोगिणामेव; अहं धार्म्मिकानाह्वातुं नागतः किन्तु मनो व्यावर्त्तयितुं पापिन एव।
18 Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ Φαρισαῖοι νηστεύοντες. Καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ, “Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;”
ततः परं योहनः फिरूशिनाञ्चोपवासाचारिशिष्या यीशोः समीपम् आगत्य कथयामासुः, योहनः फिरूशिनाञ्च शिष्या उपवसन्ति किन्तु भवतः शिष्या नोपवसन्ति किं कारणमस्य?
19 Καὶ εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετʼ αὐτῶν ἐστιν νηστεύειν; Ὅσον χρόνον ἔχουσιν τὸν νυμφίον μετʼ αὐτῶν, οὐ δύνανται νηστεύειν.
तदा यीशुस्तान् बभाषे यावत् कालं सखिभिः सह कन्याया वरस्तिष्ठति तावत्कालं ते किमुपवस्तुं शक्नुवन्ति? यावत्कालं वरस्तैः सह तिष्ठति तावत्कालं त उपवस्तुं न शक्नुवन्ति।
20 Ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ.
यस्मिन् काले तेभ्यः सकाशाद् वरो नेष्यते स काल आगच्छति, तस्मिन् काले ते जना उपवत्स्यन्ति।
21 Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή αἴρει ἀπʼ αὐτοῦ τὸ πλήρωμα τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
कोपि जनः पुरातनवस्त्रे नूतनवस्त्रं न सीव्यति, यतो नूतनवस्त्रेण सह सेवने कृते जीर्णं वस्त्रं छिद्यते तस्मात् पुन र्महत् छिद्रं जायते।
22 Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή ῥήξει ὁ οἶνος τοὺς ἀσκούς, καὶ ὁ οἶνος ἀπόλλυται καὶ οἱ ἀσκοί. Ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον.”
कोपि जनः पुरातनकुतूषु नूतनं द्राक्षारसं न स्थापयति, यतो नूतनद्राक्षारसस्य तेजसा ताः कुत्वो विदीर्य्यन्ते ततो द्राक्षारसश्च पतति कुत्वश्च नश्यन्ति, अतएव नूतनद्राक्षारसो नूतनकुतूषु स्थापनीयः।
23 Καὶ ἐγένετο, αὐτὸν ἐν τοῖς Σάββασιν παραπορεύεσθαι διὰ τῶν σπορίμων, καὶ οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο ὁδὸν ποιεῖν, τίλλοντες τοὺς στάχυας.
तदनन्तरं यीशु र्यदा विश्रामवारे शस्यक्षेत्रेण गच्छति तदा तस्य शिष्या गच्छन्तः शस्यमञ्जरीश्छेत्तुं प्रवृत्ताः।
24 Καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ, “Ἴδε, τί ποιοῦσιν τοῖς Σάββασιν ὃ οὐκ ἔξεστιν;”
अतः फिरूशिनो यीशवे कथयामासुः पश्यतु विश्रामवासरे यत् कर्म्म न कर्त्तव्यं तद् इमे कुतः कुर्व्वन्ति?
25 Καὶ λέγει αὐτοῖς, “Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ, ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν, αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ;
तदा स तेभ्योऽकथयत् दायूद् तत्संङ्गिनश्च भक्ष्याभावात् क्षुधिताः सन्तो यत् कर्म्म कृतवन्तस्तत् किं युष्माभि र्न पठितम्?
26 Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ ˚Θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως, καὶ τοὺς ἄρτους τῆς Προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν, εἰ μὴ τοὺς ἱερεῖς, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;”
अबियाथर्नामके महायाजकतां कुर्व्वति स कथमीश्वरस्यावासं प्रविश्य ये दर्शनीयपूपा याजकान् विनान्यस्य कस्यापि न भक्ष्यास्तानेव बुभुजे सङ्गिलोकेभ्योऽपि ददौ।
27 Καὶ ἔλεγεν αὐτοῖς, “Τὸ Σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο, καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ Σάββατον.
सोऽपरमपि जगाद, विश्रामवारो मनुष्यार्थमेव निरूपितोऽस्ति किन्तु मनुष्यो विश्रामवारार्थं नैव।
28 Ὥστε ˚Κύριός ἐστιν ὁ Υἱὸς τοῦ Ἀνθρώπου καὶ τοῦ Σαββάτου.”
मनुष्यपुत्रो विश्रामवारस्यापि प्रभुरास्ते।

< Κατα Μαρκον 2 >