< Κατα Μαρκον 12 >

1 Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς λαλεῖν: “Ἀμπελῶνα ἄνθρωπος ἐφύτευσεν, καὶ περιέθηκεν φραγμὸν, καὶ ‘ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησεν πύργον’, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν.
He began to speak to them in parables. "A man planted a vineyard, put a hedge around it, dug a pit for the winepress, built a tower, rented it out to a farmer, and went on a journey.
2 Καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ τῶν καρπῶν τοῦ ἀμπελῶνος.
When it was time, he sent a servant to the farmer to get from the farmer his share of the fruit of the vineyard.
3 Καὶ λαβόντες αὐτὸν, ἔδειραν καὶ ἀπέστειλαν κενόν.
They took him, beat him, and sent him away empty.
4 Καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον, κἀκεῖνον ἐκεφαλίωσαν καὶ ἠτίμασαν.
Again, he sent another servant to them; and they wounded him in the head, and treated him shamefully.
5 Καὶ ἄλλον ἀπέστειλεν, κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, οὓς μὲν δέροντες, οὓς δὲ ἀποκτέννοντες.
And he sent another; and they killed him; and many others, beating some, and killing some.
6 Ἔτι ἕνα εἶχεν υἱὸν ἀγαπητόν, ἀπέστειλεν αὐτὸν ἔσχατον πρὸς αὐτοὺς λέγων, ὅτι ‘Ἐντραπήσονται τὸν υἱόν μου.’
He had one left, a beloved son, he sent him last to them, saying, 'They will respect my son.'
7 Ἐκεῖνοι δὲ οἱ γεωργοὶ πρὸς ἑαυτοὺς εἶπαν, ὅτι ‘Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία.’
But those farmers said among themselves, 'This is the heir. Come, let us kill him, and the inheritance will be ours.'
8 Καὶ λαβόντες, ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν ἔξω τοῦ ἀμπελῶνος.
They took him, killed him, and cast him out of the vineyard.
9 Τί οὖν ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις.
What therefore will the lord of the vineyard do? He will come and destroy the farmers, and will give the vineyard to others.
10 Οὐδὲ τὴν Γραφὴν ταύτην ἀνέγνωτε: ‘Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
Haven't you even read this Scripture: 'The stone which the builders rejected, the same was made the head of the corner.
11 παρὰ ˚Κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν’;”
This was from the Lord. It is marvelous in our eyes'?"
12 Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. Καὶ ἀφέντες αὐτὸν, ἀπῆλθον.
They tried to seize him, but they feared the crowd; for they perceived that he spoke the parable against them. They left him, and went away.
13 Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ.
They sent some of the Pharisees and of the Herodians to him, that they might trap him with words.
14 Καὶ ἐλθόντες, λέγουσιν αὐτῷ, “Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ ˚Θεοῦ διδάσκεις. Ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; Δῶμεν ἢ μὴ δῶμεν;”
When they had come, they asked him, "Teacher, we know that you are honest, and do not defer to anyone; for you are not partial to anyone, but truly teach the way of God. Is it lawful to pay taxes to Caesar, or not?
15 Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν, εἶπεν αὐτοῖς, “Τί με πειράζετε; Φέρετέ μοι δηνάριον, ἵνα ἴδω.”
Should we pay, or should we not pay?" But he, knowing their hypocrisy, said to them, "Why do you test me? Bring me a denarius, that I may see it."
16 Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς, “Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;” Οἱ δὲ εἶπαν αὐτῷ, “Καίσαρος.”
They brought it. He said to them, "Whose is this image and inscription?" They said to him, "Caesar's."
17 Ὁ δὲ ˚Ἰησοῦς εἶπεν αὐτοῖς, “Τὰ Καίσαρος ἀπόδοτε Καίσαρι, καὶ τὰ τοῦ ˚Θεοῦ τῷ ˚Θεῷ.” Καὶ ἐξεθαύμαζον ἐπʼ αὐτῷ.
And Jesus said to them, "Render to Caesar the things that are Caesar's, and to God the things that are God's." And they were utterly amazed at him.
18 Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ἐπηρώτων αὐτὸν λέγοντες,
There came to him Sadducees, who say that there is no resurrection. They asked him, saying,
19 “Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ὅτι ἐάν ‘Τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα καὶ μὴ ἀφῇ τέκνα, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα, καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.’
"Teacher, Moses wrote to us, 'If a man's brother dies, and leaves a wife behind him, and leaves no children, that his brother should take the wife, and raise up offspring for his brother.'
20 Ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων, οὐκ ἀφῆκεν σπέρμα·
There were seven brothers. The first took a wife, and dying left no offspring.
21 καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν, μὴ καταλιπὼν σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως.
The second took her, and died, leaving no children behind him. The third likewise;
22 Καὶ οἱ ἑπτὰ, οὐκ ἀφῆκαν σπέρμα. Ἔσχατον πάντων καὶ, ἡ γυνὴ ἀπέθανεν.
and the seven left no children. Last of all the woman also died.
23 Ἐν τῇ ἀναστάσει, τίνος αὐτῶν ἔσται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.”
In the resurrection, when they rise, whose wife will she be of them? For the seven had her as a wife."
24 Ἔφη αὐτοῖς ὁ ˚Ἰησοῦς, “Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ ˚Θεοῦ;
Jesus said to them, "Is not this because you are mistaken, not knowing the Scriptures, nor the power of God?
25 Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλʼ εἰσὶν ὡς ἄγγελοι ἐν τοῖς οὐρανοῖς.
For when they will rise from the dead, they neither marry, nor are given in marriage, but are like angels in heaven.
26 Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου, πῶς εἶπεν αὐτῷ ὁ ˚Θεὸς λέγων, ‘Ἐγὼ ὁ ˚Θεὸς Ἀβραὰμ, καὶ ˚Θεὸς Ἰσαὰκ, καὶ ὁ ˚Θεὸς Ἰακώβ’;
But about the dead, that they are raised; have you not read in the book of Moses, about the bush, how God spoke to him, saying, 'I am the God of Abraham, and the God of Isaac, and the God of Jacob'?
27 Οὐκ ἔστιν ˚Θεὸς νεκρῶν, ἀλλὰ ζώντων. Πολὺ πλανᾶσθε.”
He is not the God of the dead, but of the living. You are therefore badly mistaken."
28 Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, ἰδὼν ὅτι καλῶς ἀπεκρίθη αὐτοῖς, ἐπηρώτησεν αὐτόν, “Ποία ἐστὶν ἐντολὴ πρώτη πάντων;”
And one of the scribes came, and heard them questioning together. Seeing that he had answered them well, asked him, "Which commandment is the greatest of all?"
29 ἀπεκρίθη ὁ ˚Ἰησοῦς, ὅτι “Πρώτη ἐστίν: ‘Ἄκουε, Ἰσραήλ, ˚Κύριος ὁ ˚Θεὸς ἡμῶν ˚Κύριος εἷς ἐστιν,
Jesus answered, "The first is, 'Hear, Israel, the Lord our God, the Lord is one.
30 καὶ ἀγαπήσεις ˚Κύριον τὸν ˚Θεόν σου, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου.’
And you are to love the Lord your God with all your heart, and with all your soul, and with all your mind, and with all your strength.'
31 Δευτέρα αὕτη: ‘Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.’ Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.”
The second is this, 'You are to love your neighbor as yourself.' There is no other commandment greater than these."
32 Καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς, “Καλῶς, Διδάσκαλε, ἐπʼ ἀληθείας εἶπας, ὅτι ‘Εἷς ἐστιν, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ’,
The scribe said to him, "Truly, Teacher, you have said well that he is one, and there is none other but he,
33 καὶ, τὸ ‘Ἀγαπᾶν αὐτὸν ἐξ ὅλης τῆς καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, καὶ ἐξ ὅλης τῆς ἰσχύος’, καὶ, τὸ ‘Ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν’, περισσότερόν ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν.”
and to love him with all the heart, and with all the understanding, and with all the soul, and with all the strength, and to love his neighbor as himself, is more important than all whole burnt offerings and sacrifices."
34 Καὶ ὁ ˚Ἰησοῦς, ἰδὼν αὐτὸν, ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, “Οὐ μακρὰν εἶ ἀπὸ τῆς Βασιλείας τοῦ ˚Θεοῦ.” Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
When Jesus saw that he answered wisely, he said to him, "You are not far from the Kingdom of God." No one dared ask him any question after that.
35 Καὶ ἀποκριθεὶς ὁ ˚Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ, “Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ ˚Χριστὸς, υἱὸς Δαυίδ ἐστιν;
Jesus responded, as he taught in the temple, "How can the scribes say that the Christ is the son of David?
36 Αὐτὸς Δαυὶδ εἶπεν ἐν τῷ ˚Πνεύματι τῷ ἁγίῳ, ‘Εἶπεν ὁ ˚Κύριος τῷ ˚Κυρίῳ μου, “Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου.”’
David himself said in the Holy Spirit, 'The Lord said to my Lord, "Sit at my right hand, until I make your enemies the footstool of your feet."'
37 Αὐτὸς Δαυὶδ λέγει αὐτὸν, ‘˚Κύριον’, καὶ πόθεν υἱός αὐτοῦ ἐστιν;” Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
David himself calls him Lord, so how can he be his son?" The common people heard him gladly.
38 Καὶ ἐν τῇ διδαχῇ αὐτοῦ, ἔλεγεν, “Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς,
In his teaching he said to them, "Beware of the scribes, who like to walk in long robes, and to get greetings in the marketplaces,
39 καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
and the best seats in the synagogues, and the best places at feasts:
40 οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι. Οὗτοι λήμψονται περισσότερον κρίμα.”
those who devour widows' houses, and for a pretense make long prayers. These will receive greater condemnation."
41 Καὶ καθίσας κατέναντι τοῦ γαζοφυλακίου, ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά.
And he sat down opposite the treasury, and saw how the crowd cast money into the treasury. Many who were rich cast in much.
42 Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης.
A poor widow came, and she cast in two lepta, which equal a kodrantes.
43 Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, εἶπεν αὐτοῖς, “Ἀμὴν, λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ, πλεῖον πάντων ἔβαλεν τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον.
He called his disciples to himself, and said to them, "Truly I tell you, this poor widow gave more than all those who are giving into the treasury,
44 Πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.”
for they all gave out of their abundance, but she, out of her poverty, gave all that she had to live on."

< Κατα Μαρκον 12 >